[ ] Ceos — Poeessa — 3rd c. BC
1.1 — — — — — — — — — — — — — — — — — — — — — — —
[Πο]ιήσσιοι· εἶναι δὲ αὐτῶι [κ]αὶ εὑρέσθαι ἀγ[α]-
[θὸ]ν ὅ,τι ἂν βούληται παρὰ τοῦ δήμου [τοῦ]
[Πο]ιησσίων· ἀναγράψ[α]ι δὲ τὸ ψήφισ[μα] τό-
5 δε εἰς στήλην λιθίνην καὶ στῆσα[ι] εἰ[ς τ]
[ἱ]ερὸν τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνάλωμ[α]
δοῦ[ν]αι τὸν ταμίαν.
2.8 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· ἐπειδὴ Μ[άρων Π]ολυκρείοντος Ἡρακλ[ειώ]-
της ἀνὴρ ἀγαθός ἐστι περὶ τοὺς ἀφικνουμένους τῶν πολι[τῶν],
10 εἶναι αὐτὸν πολίτην Ποιησσίων καὶ αὐτὸν καὶ ἐκγόνους, [εἶναι δὲ]
αὐτῶι ἀγαθὸν εὑρέσθαι παρὰ τῆς πόλεως τῆς Ποιησσί[ων ὅ,]τι [ἂν]
βούληται· ἀναγράψαι δὲ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλω[νος]
[εἰς στ]ήλην.
3.14 [ἔ]δ[ο]ξ[ε]ν τεῖ βουλεῖ καὶ τῶι δήμωι· ἐπειδὴ Παυσανί-
15 ας Ἀνδρονίκου Μακεδὼν ἀνὴρ ἀγαθὸς ὢν διατε-
[λ]εῖ περὶ τὴν πόλιν τὴν Ποιησίων, εἶναι αὐτὸν π[ο]-
λίτ[η]ν καὶ πρόξενον Ποιησσίων καὶ αὐτὸν καὶ
[ἐκ]γόνους, καὶ εἶναι αὐτῶι ἀγαθὸν εὑρέσθαι παρ[ὰ]
[τῆ]ς πόλειως τῆς Ποιησσίων ὅ,τι ἂν βούλητ[αι·]
20 [ἀν]αγρά[ψ]αι δὲ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνο[ς].
Search Help
Contact Us