[ ]
Ceos — Carthaea — beg. 3rd c. BC — IG XII,5 Add. p. 331
1 | [Ἥ]γιστος(?) εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶ[ι δήμωι· τὸν] ἐπιμελ[η]τήν, |
[ὅ]τ[αν ἐπιμε]λήσ[ητ]αι τῆς κρήνης τῆς ἐπ[ὶ τὸ ἀνωτάτ]ω(?), ὅπως ἂν εἶ κ̣[α]- | |
[θ]α[ρὸς ὁ ὀχ]ετὸς ὁ κρυπτός, ἐπιμελεῖ[σθαι καὶ τῆς κά]τω κρήνης, ὅπως | |
[ἂ]ν μήτ[ε λό]ωνται μήτε πλύ[ν]ωσιν ἐ[ν ταῖς κρήναις, ἀ]λλὰ κα[θα]ρὸν τὸ | |
5 | ὕδωρ εἴσεισιν ἐς τὸ ἱε[ρὸν] τῆς Δήμητρο[ς· ἐὰ]ν δέ τις ἢ λόηται ἢ πλύνει τι |
ἐν ταῖς κρήναις, κύριος ἔστω ὁ ἐπιμ[ελ]ητὴς τὸν μὲν ἐλεύθερον ζη- | |
μιῶν [ἄχρ]ι δέκα δραχμῶν, τοὺς δὲ π[αῖδα]ς τοὺ[ς ἐ]λευθέρους καὶ τοὺς | |
οἰκέτας πληγαῖς κολάζων· στῆ[σ]αι δὲ καὶ στήλην πρὸς ταῖς | |
κρήναις ὅπου ἂν δοκεῖ τῆι βουλῆι ἐπίκαιρον εἶναι· τὸ δὲ ἀνά- | |
10 | λωμα δοῦναι τὸν ταμίαν. |