IG XII,5 540
[ ] Ceos — Carthaea — 3rd c. BC — IG XII,5 Add. p. 323
1 Θεωρίλος εἶπε[ν· ἔ]δοξεν τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπειδὴ Λύκων Πυθέα
Βυζάντιος εὔνους ὢν τυγχάνει τῆ[ι]
πόλει τῆι Καρθαιέων καὶ τῶν πολιτῶ[ν]
5 τοῖς ἐντυγχάνουσιν χρείας παρέχ[ε]-
ται, χαρίζεσθαι βουλ[όμ]ενος τεῖ πόλ[ει],
παρεπιδεδήμηκέν τε ἐν τῆι πόλει
εὐτάκτως καὶ καλῶς, δεδό[χθ]αι τῆι
βουλῆι, ἐπαινέσαι Λύκωνα εὐ[νοίας]
10 ἕνεκεν καὶ [φ]ιλοτιμίας ἣν ἔχει περ[ὶ]
τὴν πόλιν ἡμῶν, εἶναι δὲ αὐ[τὸν]
πολίτην τῆς πόλεως τῆς Καρ[θα]ι̣έ[ων]
καὶ τοὺς ἐκγόνους αὐτοῦ, μετέχον-
τας πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται,
15 [κα]ὶ φυλῆς ἧς ἂν βούλωνται καὶ οἴκου.
Search Help
Contact Us