[ ] Ceos — Carthaea — end 3rd c. BC — IG XII,5 Add. p. 321
1 Ἐσχατίων εἶπεν· ἔδοξεν [τ][ι] β[ουλῆ]ι [κα]ὶ τῶι δ[ή]μωι· ἐπειδὴ Χαιρέα[ς]· Χαιρίππου
Ἀθηναῖος ἐν τῶι ἔμπροσθεν χρόνωι [εὔνους] ὢν διετέλει τῶι δήμωι τῶι Καρθαιέων
ποιῶν ἀγαθὸν ὅ,τι ἠδύνατο κοινῆι τ[ε τὴν πόλι]ν καὶ τοὺς ἀποστελλομένους δημοσία[ι]
εἰς Ἀθήνας, καὶ ἰδίαι τοὺς ἐντυγ[χ]άνον[τας] τῶμ πολιτῶν, καὶ νῦν ἀναγγέλλουσιν
5 αὐτὸν Ἀλεξιτέλης καὶ Ξενόστρατο[ς] καὶ ο[ἱ σύ]νδικοι οἱ [ἀ]ποσταλέντες ὑπὸ τῆς
πόλεως ἐπὶ τὰς δίκας τὰς κατὰ Ζήνι[δος κα]ὶ Λυσιμάχου Δίων, [Κ]λεόνικος,
Σωσιτέλης, Φιλόνικος καὶ ἐπιμέλειαν πεποιῆσ[θ]α[ι] αὐτ[ῶν] καὶ χρείας παρεσχῆσθαι
χαρίζεσθαι βουλόμενο[ν] τῆι πόλει, δεδόχθαι τῶ[ι δήμωι· ἐ]παινέσαι Χαιρέαν Χαιρίππου
Ἀθηναῖον ἀρετῆς ἕνεκεν καὶ εὐνο[ί]ας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸγ Καρθαιέων
10 καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι καὶ ἀνακηρῦξαι τὸν [σ]τέφανον Διονυσίοις· εἶναι δὲ
[αὐτ]ῶι καὶ εὑρέσθαι παρὰ τοῦ δήμου τοῦ Καρθαιέων ἀγαθὸν ὅ,τι ἂμ βούληται· ἀν[α]γράψαι δὲ
[τὸ ψήφισμα εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπ[ό]λλωνος παρὰ τὸ ψήφισμα τὸ περὶ τῆς πολιτεί[α]ς <τῆς> αὐτῶι
[πρότερον δοθείσης· τὸ δὲ ἀν]λωμα δοῦναι τὸν ταμίαν.
Search Help
Contact Us