IG XII,5 536
[ ] Ceos — Carthaea
1 [— — — — — εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμ]ωι· ἐπειδὴ Ἀντάνωρ Πλειστία
[καὶ — — — — — ἄνδρες εἰσὶν εὖνοι καὶ φι]λότιμοι περὶ τὴν πόλιν τὴν Καρθαιέων,
[καὶ διατελοῦσι πολλὰς καὶ μεγάλας χρεί]ας παρεχόμενοι ἐμ παντὶ καιρῶι ἅπ[ασι τοῖς ἐντυγ]-
[χάνουσι τῶν πολιτῶν καὶ κοινῆι καὶ ἰδίαι, δεδόχθαι τῆι] βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι μὲν Ἀν-
5 [τάνορα Πλειστία καὶ — — — —, ὅτι εὖνοι ὄν]τες διατελοῦσιν περὶ τὴν πόλιν τὴν Καρ-
[θαιέων, στεφανῶσαι δὲ καὶ χρυσῶι στεφάνωι, καὶ ἀνακηρῦξ]αι τὸν στέφανον Διονυσίοις τῶι ἀγῶνι·
[εἶναι δὲ αὐτοὺς προξένους καὶ εὐεργέτας τῆς πόλεως τ]ῆς Καρθαιέων καὶ τοὺς ἐκγόνους αὐτῶν,
[καὶ γῆς ἔγκτησιν καὶ οἰκίας εἶναι, καὶ] αὐτοῖς πάντα δ[εδόσθαι] ὅσαπερ καὶ τοῖς ἄλ[λοις]
[προξένοις, καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπ]ονδεὶ καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι, [καὶ]
10 [πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετ]ὰ τ[ὰ ἰερά].
Search Help
Contact Us