[ ] Ceos — Carthaea — 3rd c. BC
1 ․․․․․κλῆς εἶπεν· ἔδοξεν τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπειδὴ Ἡγησικλῆς Ἀγαθοφάνου
Κύθνιος παροικῶν ἐγ Καρθαίαι ἔτη πολλὰ
[ἔ]ν τε [τ]ῶι ἔμπροσθεν χρόνωι εὔνους ὢν
5 [δ]ι[ετέ]λ[ε]ι τῶι δήμωι τῶι Καρθαιέων καὶ εὐ-
[τάκτως] δὲ(?) καὶ καλῶς ἐνδημεῖ ἐν τῆι πόλει,
δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι Ἡγησικλέα
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ εἶναι αὐ-
τὸν πολίτην καὶ τοὺς ἐκγόνους αὐτοῦ
10 τῆς πόλεως τῆς Καρθαιέων — —, [καὶ γῆς][νκτησιν],
[ἐὰν β]ούλ[ω]ν[τα]ι, καὶ οἴκου εἶν[α]ι — — μ[ετέ]χον-
[τ]ας [π][ν]των ὧνπερ κ[α]ὶ οἱ ἄλλοι Καρθ[α]ιεῖς·
ἀναγ[ρ]ψαι δὲ τ[ὴμ] πολιτεί[α]ν εἰς τὸ ἱερὸν
τοῦ [Ἀ]πόλλωνος, [τ]ὸ δὲ ἀν[ή]λωμα δοῦναι
15 τὸν ταμίαν.
Search Help
Contact Us