[ ]
Ceos — Carthaea — 3rd c. BC
1 | ․․․․․κλῆς εἶπεν· ἔδοξεν τῆι βουλῆι |
καὶ τῶι δήμωι· ἐπειδὴ Ἡγησικλῆς Ἀγαθοφάνου | |
Κύθνιος παροικῶν ἐγ Καρθαίαι ἔτη πολλὰ | |
[ἔ]ν τε [τ]ῶι ἔμπροσθεν χρόνωι εὔνους ὢν | |
5 | [δ]ι[ετέ]λ[ε]ι τῶι δήμωι τῶι Καρθαιέων καὶ εὐ- |
[τάκτως] δὲ(?) καὶ καλῶς ἐνδημεῖ ἐν τῆι πόλει, | |
δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι Ἡγησικλέα | |
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ εἶναι αὐ- | |
τὸν πολίτην καὶ τοὺς ἐκγόνους αὐτοῦ | |
10 | τῆς πόλεως τῆς Καρθαιέων — —, [καὶ γῆς] ἔ[νκτησιν], |
[ἐὰν β]ούλ[ω]ν[τα]ι, καὶ οἴκου εἶν[α]ι — — μ[ετέ]χον- | |
[τ]ας [π]ά[ν]των ὧνπερ κ[α]ὶ οἱ ἄλλοι Καρθ[α]ιεῖς· | |
ἀναγ[ρ]άψαι δὲ τ[ὴμ] πολιτεί[α]ν εἰς τὸ ἱερὸν | |
τοῦ [Ἀ]πόλλωνος, [τ]ὸ δὲ ἀν[ή]λωμα δοῦναι | |
15 | τὸν ταμίαν. |