[ ]
Ceos — Carthaea — 3rd c. BC — IG XII,5 Add. p. 321
1 | Ἡρακλείδης εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ ἀναγγέλλουσιν οἱ πρέ- |
σβεις οἱ ἀποσταλέντες εἰς Ναύπακτον καὶ πρὸς τοὺς συνέδρους τοὺς Αἰτωλῶν | |
πᾶσαν εὔνοιαν καὶ φιλοτιμίαν ἐνδεδεῖχθαι Ναυπακτίους καὶ τοὺς συνέδρους | |
τοὺς Αἰτωλῶν πρὸς τὰς πόλεις τὰς Κείων, καὶ ἐψηφισμένοι εἰσὶν Ναυπάκτιοι | |
5 | πολιτείαν εἶναι Κείοις καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τῶν ἄλλων μετέχειγ Κεί- |
ους ὧμπερ καὶ Ναυπάκτιοι μετέχουσιν, δεδόχθαι Κείων τῆι βουλῆι καὶ τῶι δήμωι· | |
εἶναι Αἰτωλοῖς πολιτείαν ἐγ Κέωι καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τῶν ἄλλων | |
μετέχειν αὐτοὺς πάντων ὧνπερ καὶ Κεῖοι μετέχουσιν ․․․․δειν[․․․․․․․․ Κεί]- | |
οις τοὺς [ἄρ]χον̣τ̣α̣ς [τοὺς] ἐπὶ — — —προ— — — — — — | |
10 | Αἰτωλ— — — — — — — — — — — — — — — — — — — — |
εἰς Κεω̣— — — — — — — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — | |
τ— — — — — — — — — — — — — — — — — — — — — — |