[ ] Siphnos — ca. 274/3-270? BC — IG XII,Suppl. p. 111
1 [— — ἀπαγγέλλει {²⁷ἀπαγγελλοῦσι?}²⁷ τὴν ὑπάρχουσαν αὐτῶι]
[πρὸς τὴν πόλι]ν ἡμῶν φιλί[αν διαφυλάσσειν τὸν]
[βασιλέα Πτολεμ]αῖον, ὑγιαίνει[ν δὲ αὐτόν τε καὶ]
[τὴν βασίλισσ]αν Ἀρσινόην καὶ τὰς δυν[άμεις],
5 [συμπ]α̣ρ̣ὼν δὲ καὶ Περιγένης Λεοντίσκου [Ἀλεξαν]-
[δρεὺ]ς συνησθεὶ[ς] ἐπὶ τοῖς προσηγγελ[μ]ένοι[ς ἀγα]-
[θοῖ]ς ἐπιδίδωσιν τεῖ πόλει, ὥστε αὐλῆσα[ι μ]όνο[ν]
[ἐν] ἡμ<έ>ραις δυσίν, βουλόμενος ἀποδεικνυ[σ]θαι τὴ[ν]
εὔνοιαν ἣν ἔχει εἴ[ς] τ̣ε̣ τὸν βασιλέα καὶ τὴν [βασ]ίλι[σσαν]
10 [κ]αὶ τὴν πόλιν τὴν ἡμετέραν· ὅπως οὖν καὶ [ἡμε]ῖς [φαινώ]-
μεθα τιμῶντες τοὺς εὐχαριστοῦντας εἴς [τε] τὸν [βασι]-
λέα Πτολεμαῖον καὶ εἰς τὴν βασίλισσαν καὶ ε[ἰς τὴ]ν [πό]-
λιν τὴν ἡμετέραν, τύχει τεῖ ἀγαθεῖ δεδόχθ[αι τεῖ βουλεῖ]
καὶ τῶι δήμωι· συνησθῆναι μὲν ἐπὶ τοῖς ἠγγελμένοι[ς ἀ]-
15 [γ]αθοῖς, ἐπαινέσαι δὲ καὶ Περιγένην Λεοντίκου] Ἀλ[ε]-
[ξ]ανδρῆ καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀ[πὸ]
[δ]ραχμῶν δισχιλίων ἀρετῆς ἕνεκεν καὶ φιλ[οτιμίας ἧς]
[ἔ]χει περί τε τὸν βασιλέα καὶ τὴν βασίλισσαν κ[αὶ τὴν πό]-
λιν τὴν ἡμετέραν, καὶ ἀνακηρῦξαι τὸν στέφανον ἐ[ν τῶι]
20 θεάτρωι Δ[ιον]υ[σ][ο]ις τραγωιδῶν τῶι ἀγῶνι· εἶναι δὲ Π̣[ερι]-
γένην πρόξενον τῆς πόλεως ἡμῶν καὶ αὐτὸν καὶ
τοὺς ἐγγόνους αὐτοῦ, καὶ ὑπάρχειν αὐτοῖς εἴσ-
πλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης καὶ
ἐν σύλοις ἀσυλίαν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν
25 οἷς ἡ πόλις τίθησιν καὶ πρόσοδον πρὸς τὴν βου-
λὴν καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις με-
τὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς
πρυτάνεις εἰς τὸ περίφραγμα τοῦ Διονύσου.
Search Help
Contact Us