[ ] Siphnos — ca. 217-205? BC — IG XII,5 Add. p. 317
1 [ἐπειδὴ ἐπανελθὼν {²ὁ δεῖνα}² ὁ παρὰ τοῦ δήμου ἀποσταλεὶς πρεσβευτὴς πρὸς τὸν βασιλέα Πτολεμαῖον ἀπαγγέλλει τὴν ὑπάρχουσαν]
[αὐτῶι· πρὸς τὴν πόλι]ν ἡμ[ῶν] φιλί[αν διατηρεῖν μὲν]
[τὸν βασιλέα Πτολε]μαῖον, ὑγιαίνει[ν δὲ αὐτόν τε καὶ]
[τὴν βασίλισσ]αν Ἀρσινόην καὶ [τ]ὰς δυν[άμεις],
5 [συμπαρ]ὼν δὲ [κα]ὶ Περιγένης Λεοντίσκου [Ἀλεξαν]-
[δρεὺ]ς συ[νε]υα[ρισ]τ[ε]ῖ τοῖς προσηγγελ[μέ]ν[οις ἑαυ]-
[τόν τε] ἐπιδίδωσιν τεῖ πόλει, ὥστε αὐλίσ[ασθα]ι [παρ’ ἡμῖν]
[ἐν ἡ]μ[έ]ραις δυσί[ν], βουλόμενος [ἀ]πο[δ]ει[κ]ν[ύνα]ι τ[ὴν αὑτοῦ]
[εὔ]νοι[αν κα]ὶ ε[ὐσ]έβ[ε]ι[αν][ς] τε τὸν βασιλέα καὶ τὴν [βασίλισσαν]
10 [κ]αὶ τὴν πόλιν τὴ[ν] ἡμετέρ[α]ν· ὅπως οὖν κ[α]ὶ ἡμεῖς [φαινώ]-
με[θ]α τιμῶντες τοὺς εὐχαριστοῦντας εἴς [τε τὸν βασι]-
λέα Πτολεμαῖον καὶ εἰς τὴν βασίλισσαν καὶ ε[ἰς τὴν πό]-
λιν τὴν ἡμετέραν, τύχει τεῖ ἀγαθεῖ, δε[δ]όχθ[αι τεῖ βουλεῖ]
καὶ τῶι δήμωι, συνησθῆναι μὲν ἐπὶ τοῖς ἠγγελμένοι[ς ὑπὸ — —]-
15 ․λώου, ἐπαινέσαι δὲ καὶ Περιγένην Λεοντίσκου Ἀλ[ε]-
α]νδρῆ καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀ[πὸ]
[δ]ραχμῶν δισχιλίων, [ἀ]ρετῆς ἕνεκεν κ[α]ὶ φιλ[αγαθ][ας ἧς]
[ἔ]χει περί τε τὸν βασιλέα καὶ τὴν βασίλισσαν κ[α][τὴν πό]-
λιν τὴν [ἡμετέρα]ν, καὶ ἀνακηρῦξαι τὸν στέφανον ἐ[ν τῶι]
20 θε[ά]τ[ρω]ι [Διον]υ[σ][ο]ις τραγωιδῶν τῶι ἀγῶνι, εἶναι δὲ [Περι]-
γένην πρόξε[ν]ο[ν] τ[ῆ]ς πόλεως ἡμῶν καὶ αὐτὸν καὶ
τοὺς ἐγγόνους αὐτοῦ, καὶ ὑπάρχειν αὐτοῖς εἴσ-
πλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης καὶ
ἐν σύλοις ἀσυλίαν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν
25 οἷς ἡ πόλις τίθησιν καὶ πρόσοδον πρὸς τὴν βου-
[λ]ὴν καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις με-
τὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς
πρυτάνεις εἰς τὸ περίφραγμα τοῦ Διονύσου.
Search Help
Contact Us