[ ] Siphnos — IG I³,2 1453,E
1 [— — — — εὐθυ]νόσθω μυ[ρίαις δραχμαῖς]·
[καταθε͂ν]αι δὲ τὸ ψήφισμα τ[όδε τὸς ἄρ]-
[χοντας ἐ]ν ταῖσι πόλεσιν [ἀναγράψαντας ἐν]
[στήλη]ι λιθίνηι ἐν τῆι ἀγ[ορᾶι ἑκάστης τῆς]
5 [πόλ]εως καὶ τὸς ἐπιστ[άτας ἔμπροσθεν το͂]
[ἀργυ]ροκοπίο· ταῦτα δὲ ἐ[πιτελε͂ν Ἀθηναί]-
[ος, ἐ]ὰμ μὴ αὐτοὶ βόλωντα[ι· δεηθῆναι δὲ αὐ]-
[τῶν] τὸγ κήρυκα τὸν ἰόντ[α ὅσα κελεύοσιν]
[Ἀθην]αῖοι· προσ[γ]ράψαι δ[ὲ πρὸς τὴν γνώμην]
10 [τὴν τῆς] βολῆς τὸν γραμμα[τέα τὸν τῆς βολῆς],
[ἐάν τι]ς κόπτηι νόμισ[μα ἀργυριο ἐν ταῖσι πό]-
[λεσιν ἢ μ]ὴ χρῆται νομ[ίσμασιν τοῖς Ἀ]-
[θηναίων ] σταθμοῖς [ μέτροις, ἀλλὰ ξενικοῖς]
[νομίσμασι]ν καὶ σ[ταθμοῖς καὶ μέτροις, τὴν]
15 [τιμωρίαν ἐ͂ναι κατὰ τὸ πρότερον ψήφισμα ]
[Κλέαρχος εἶπεν· τὸς δὲ ἰδιώτας ἀποδο͂ναι τὸ]
[ξενικὸν ἀργύριον — — ἕκαστον(?) ὅταμ βόληται],
[τὴν δὲ πόλιν καταλλάττεν(?)· ἀπογραψάντων δὲ]
[τὰ αὑτο͂ ἕκαστοι καὶ καταβαλόντων ἐς τὸ]
20 [ἀργυροκόπιον, οἱ δὲ ἐπιστάται παραδεξά]-
[μενοι ἐς λευκώματα ἀναγράψαντες καταθέν]-
[των — — ἔμπροσθεν το͂ ἀργυροκοπίο σκοπε͂ν τῶι]
[βολομένωι, ἀναγράψαντες χωρὶς μὲν τὸ ξε]-
[νικόν, χωρὶς δὲ — — — — —ν ἀργύριον]
25 — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us