[ ] Oliaros
I.1 ․․․․․․․․․․ος ἄρχοντος, [μηνὸς — — ἔδοξεν τῆι βουλῆι]
[καὶ τῶι δήμωι]· Ἐπιχάρου τοῦ Κρίνι[δος γνώμη· ἐπειδὴ]
[Πάνταυ]χο[ς Κ]αλλιβούλου γραμματεὺ[ς αἱρεθεὶς τῆι]
[βου]λῆι καὶ τῶι δήμω[ι ἐ]πὶ Σκύλωνος ἄρχ[οντος κα]-
5 [λῶς κα][κατ]ὰ τοὺς νόμους ἐπεμελήθη τῶν κ[ατὰ]
[τὴν ἀρχὴ]ν πάντων, ἀνένκ[λ]ητον ἑαυτὸν παρα[σ]-
[κευάζ]ων πρὸς [ἅ]παντας τοὺς πολίτας, περὶ δὴ το[ύτων]
[δεδ]όχθαι τῆι βουλ[ῆι κ]αὶ τῶι δήμωι· ἐπαινέσαι Πά[νταυ]-
[χον Κ]αλλιβούλου κ[α]ὶ στεφ[αν]ῶσαι ἐπὶ τοῦ παρόν[τος]
10 [θα]λλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ φιλοτιμί[ας]
[ἣν ἔχ]ων διατελεῖ, καὶ ἀνειπεῖν τὸν στέφανον [ἐν]
[τ]ῶι θεάτ[ρ]ωι Διονυσίοις τρ[αγ]ωιδῶν τῶι ἀγῶν[ι, ἀνα]-
[γράψ]αι [δὲ] τόδ[ε] τ[ὸ ψήφισμα] τοὺς πρυ[τ]άνει[ς].
II.14 [․․․․․ ἄρχοντος, μηνὸς Ἀνθεστ]ηριῶνος.
15 [ἔδοξεν τεῖ βουλεῖ κα]ὶ τῶι δήμωι, Ἀναξιδίκου Καλ-
— — —, — — — — — τοῦ Δημαγόρου, Ναυσι-
[— — — — τοῦ — — —ο]υ, Κοσμησιστράτου τοῦ Καλ-
[— — —, — — — — τοῦ] Γηθοκλέους γνώμη·
[ἐπ]ειδὴ Μί[καλος Καλλιβού]λου γραμματεὺς αἱρε-
20 [θε]ὶς [τεῖ βουλεῖ καὶ τῶι δήμωι] καλῶς καὶ φιλοτίμως ἐ-
[πε]μελ[ήθη τῶν κατὰ τὴν ἀρχὴν] πάντων, ἀνέγκλητον
[ἑα]υτὸν [παρασκευάζων πρὸς ἅ]παντας τοὺς πολίτας,
[δε]δό[χθα]ι τε[ῖ βουλεῖ καὶ τῶι δή]μωι· [ἐ]παινέσαι Μίκα-
[λο]ν Καλλ[ιβούλου ἀρετῆς ἕνεκ]ε[ν] κα[ὶ] φιλοτιμίας ἣν ἔ-
25 [χω]ν διατε]λεῖ, καὶ στεφανῶσαι α]ὐτὸ<ν> ἐπὶ τοῦ παρόν-
[τος θ]αλλ[ο][στεφάνωι καὶ ἀν]ειπεῖν τὸν στέφανο[ν ἐν]
[τῶι θ]ε[άτρωι Διονυσίοις τραγω]ιδῶν τῶι ἀγῶνι, ἀ[να]-
[γράψ]αι δὲ [τόδε τὸ ψήφισμα τοὺ]ς πρυτάνεις εἰς
— — — — — — — — — — — — — — — — — — — — — — — — —
III.30 [— — — — — ἄρχοντος, μηνὸ]ς Βοηδρο-
[μι]ῶνος ἔ[δοξεν τεῖ βουλεῖ καὶ τ]ῶι [δήμωι· — —]
— — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us