[ ] Paros — 2nd c. AD
1 {²A.}² "φράζε, τίνος γονέως, σέο τ’ οὔνομα καὶ πόσιν αὔδ[α],
  καὶ χρόνον εἰπέ, γύ{γυ}ναι {²⁶γύναι}²⁶, καὶ πόλεως ὅθεν εἶ." ——
2B.2 "Νείκανδρος γεν[έ]τωρ, πατρὶς Πάρος, οὔνομα δὲ ἦν μοι
  Σωκράτεα, φθιμένην Παρμενίων δὲ ἔθετο
5 σύνλ[ε]κτρος τύμβῳ με, χάριν δέ μοι ὤπασε τήνδε
  εὐδόξου ζωᾶς μνῆμα καὶ ἐσσομένοις·
καί μ[ε] πικρὰν νεαροῖο βρέφους ἀφύλακτος Ἐρεινὺς
  αἱμορύτοιο νόσωι τερπνὸν ἔλυσε βίον·
οὔθ’ ὑπ’ ἐμαῖς ὠδεῖσι τὸ νήπιον εἰς φάος ἦγον,
10   ἀλλ’ ὑπὸ γαστρὶ φίλαι κεύθεται ἐμ φθιμένοις·
τρισσᾶς ἐκ δεκάδος δὲ πρὸς ἓξ ἐτέων χρόνον ἦλθον
  ἀνδρὶ λιποῦσα τέκνων ἀρσενόπαιδα γονάν·
δισσὰ δὲ πατρὶ λιποῦσα καὶ ἱμερτῶι [σ]υνομεύνωι
  αὐτὰ ὑπὸ τριτάτωι τόνδε λέλονχα τόπον." ——
15 {²A.}² "ἀλλὰ σύ, παμβασίληα θεά, πολυώνυμε κούρα,
  τήνδε ἄγε ἐπ’ εὐσεβέων χῶρον ἔχουσα χερός." ——
{²B.}² "τοῖς δὲ παρερχομένοισι θεὸς τέρψιν τινὰ δῴη
  εἴπασιν χαίρειν Σωκράτεαν κατὰ γῆς."
       Διονύσιος Μάγνης ποιητὴς ἔγραψεν.
Search Help
Contact Us