1 | πατ[ρὶς γαῖά μ’ ἔ]πεμψε δικαστὴν Μυλασέεσσι, |
ἤδη δ’ εὐδοκιμῶν ἐξέλιπον βιοτάν | |
Ἀκρίσιος, πατρὸς μὲν Ἰάσονος, ἐκτέρισαν δὲ | |
Μυλασέες χρυσέοις στεψάμενοί με κλάδοις· | |
5 | ταῦρον δ’ ἀμφὶ πυρῇ σφάξαν τιμαῖσι σέβοντες |
δαίμονί μου νέρθεν σὺν χθονίοισι θεοῖς. | |
υἱὸς δ’ Ἀκρίσιος συνομόπλοος ἤλυθε πατρὶ | |
γραμματέως τά[ξει], πειθόμενος πόλεϊ, | |
καί μου πνεῦμα λι[πόν]τος ἐμᾶς ἀρετᾶς ἐφάμιλλος | |
10 | Μυλασέσιν δικάσ[αι μο]ι διέδεκτο κρίσεις, |
ὅστεα δὲ ἱμερταῖσ[ι πάτ]ραν ἐκόμιζε χέρεσσι | |
τὸν Πάριον Παρία[ι γᾶι κ]αταθεὶς γονέα. | |
ὧι φυσικαὶ τοκέων [στ]οργαὶ πρὸς τέκνα ποθεινὰ | |
ὡς ὁσίαν υἱῶν τ[ὰ]ν χάριν ἀντέλαβον. |
IG XII,5
305