[ ] Paros
1 ἡρπάχθη μεγάρ[ω]ν Μάρκου [δ]μαρ, οὐδὲ προσειπε<ῖ>ν
  κουρίδιον γαμέτην Πῶ[λλ]α φίλον φθαμένη·
ἡρπάχθη· δαίμων δὲ πικρῆς οὐ λήθετο μοίρης,
  ἀ[λλ]ὰ καὶ ἐν μεγάροις υἱέα λ<ε>ιπόμενον
5 Ῥοῦφον ἄφνως ἥρπα[ξ]ε, δόμους δ’ ἤχ[λ]υσ’ ἐλεεινοὺς
  κήδεσι, καὶ γοερὴ πᾶσ’ ἐδάκρυσε πόλις.
ἀλλὰ τύχης οὐκ ἔστι φυγεῖν ἀμε<τά>τροπα δῶρα,
  Μᾶρκε· τ[ί]ς ἀπλήστου πένθεος ὠφελίη{ι};
τέτλαθι· καὶ γὰρ ἄνακτες ἀ{ν}μ[ει]δήτῳ {²⁶ἀμειδήτῳ}²⁶ ποτὲ πένθει
10   κύρσαντες τοίης ἄλγος ἔχουσ’ ὀδύνης.
Search Help
Contact Us