[ ] Paros
1 ἡ βουλὴ καὶ ὁ δῆμος ἐτίμησεν Θράσωνα Θρασ[υ]ξένου
χρυσῶι στεφάνωι καὶ εἰκόνι μαρμαρίνηι καὶ προεδρίαι
ἐν τοις ἀγῶσιν καὶ σιτήσ[ει] ἐν πρυτανείωι, ἄρξαντα
τὴν τοῦ ἄρχοντος ἀρχὴν καλῶς καὶ δικαίως καὶ
5 συμφερόντως τῆι πατρίδι, ἀρετῆς ἕνεκεν καὶ
εὐνοίας, ἧς ἔχων διατελεῖ πρὸς τὴν πόλιν, καὶ ἐπὶ
τῆι πρὸς τοὺς θεοὺς εὐσεβείαι.
Search Help
Contact Us