[ ] Paros
1      ἡ βουλὴ καὶ ὁ δῆμος
     Πραξικλῆν Νεομήδους
     ἐτίμησεν τὸ ἕβδομον
   χρυσῶι στεφάνωι ἀριστείωι
5        καὶ εἰκόνι χάλκῆι
   καὶ προεδρίαι ἐν τοῖς ἀγῶσιν
     καὶ σιτήσει ἐν πρυτανείωι
     ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
   καὶ εὐεργεσίας τῆς εἰς τὴν
10             πατρίδα
καὶ ἐπὶ τῆι πρὸς τοὺς θεοὺς εὐσεβείαι
   καὶ ἐπὶ τῶι κατὰ πάντα τρόπον
      ἄριστα πεπολιτεῦσθαι.
Search Help
Contact Us