1 | σο[ὶ τ]ό<δ>’ ἄγαλμα, θεά, π— — — — — | — — — — — — — — — — — — — — — — — — — | |
[Ν]ικι[έ]ης οὗ πατρὸς ὁμ[ώ]νυμος ἠδὲ σύν[ευνος] | — — — — — — — — — — — — — — — — — — — | | |
σεῖο δὲ καὶ νηοῖο θύρας τεύξαντο [φα]εινὰς | — — — — — — — — — — — — — — — — — — — | | |
οἱ δ’ <α>ὐτοὶ δάπεδον πυ[κ]ινοῖς στο[ρ]έσαν<τ>ο [λί]θ̣οῖσιν, | καὶ βωμοὺς ἱε[ροὺ]ς τεῦξ[α]ν [ἑαῖς δα]π[ά]ναις· | | |
5 | καὶ νηοῦ δ’ ἐπὶ κρατὶ μετήο[ρ]’ ἀγάλματα θῆκαν | τρισσά· δύω Νίκας, {ε} μέσσα <δὲ> Π[ερσεφόνη]ν. | |
χαῖρε, θεά, τοίσδεσσι, [κ]α[ὶ εἱ]λήκοις Παρίοι[σ]ιν, | [δο]ιὰς ἐν παλάμαις ἀραμένη δαΐδας· | |
καὶ τοῖς μὲν φιλέουσι Πά<ρ>ον γλυκερὸν φέρε φέ[γγ]ος, | τοῖς δ’ ἐθέλ[ο]υσ’ ἀδικεῖν πυ[ρ]σὸν ἀνά̣π[τ]ε [κ]ακῶν. | | |
μᾶλλον δ’ [ἐμ]π[όδι]ο[ν] κα[ὶ τ]οῖς κακοεργέσι θείης, | μή τι κακὸν ῥέζε[ι]ν, ἐσθ[λ]ὰ δὲ πάντα, πόλιν. ❦ | | |
<εἵ>λαθι πᾶσι, μάκαιρα, πολ[υλ]λίστη δὲ πόληι | κούραις <τοῖς> τε κό{υ}ροις {²⁶κόροις}²⁶ το[ῖ]ς καὶ <ἐπ>εσσομένοις· | | |
10 | ἔξοχα δ’ εἱλήκοις καί σφι[ν] μάλα χάρματα δοίης | Νικί[ᾳ] ἠδ’ ἀλόχῳ παισ[ί τ]ε τῶνδ’ ἐραταῖς, | |
καὶ παισὶν παίδων, τοί [κεν] μετόπισθε γέ[ν]ωνται· | εἵλαθι· τοὔνεκα σεῦ νηὸν ἔ[θεντο γονεῖς]. | | |
[τό]νδε σοι, ὦ δᾳδοῦχε Δ[ιὸ]ς τ[έ]κος, ὕμνον ἔτευξεν | Νικιάδης ὃς σεῦ ἵ<λ>ατο –⏕–⏑⏑–. | |
IG XII,5
229