[ ] Paros — 2nd c. BC
1              τύχη ἀγαθή.
[ἔδο]ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Μυρμιδὼν Εὐ-
[μέν]ου εἶπεν· ἐπεὶ οὖν Κίλλος Δημητρίου
[ἀνὴ]ρ ἀγαθὸς ὢν καὶ συμφέρων τεῖ πόλει πρό-
5 [τερ]όν τε ἀγορανομήσας ἦρξεν τὴν ἀρχὴν
[καλ]ῶς καὶ δικαίως καὶ ἀκολούθως τοῖς
[νόμ]οις, ἐφ’ οἷς ὁ δῆμος ἐτίμησεν αὐτὸν
[ταῖ]ς ἁρμοζούσαις τιμαῖς· καταστα-
[θεί]ς τε καὶ ἐπ’ ἄρχοντος Γόργου <ἐπὶ> τὴν αὐτὴν
10 [ἀρχ]ὴν ὑπερέθετο τεῖ φιλοπονίαι, τὴν πᾶσαν
[σπ]ουδὴν εἰσενεγκάμενος, ὅπως ὁ δῆμος
[ἐν] εὐετηρίαι καὶ δαψιλείαι ὑπάρχει,
[χρ]ώμενος ἄρτοις καὶ ἀλφίτοις ὡς ἀξι-
[ωτ]άτοις καὶ βελτίστοις, περί τε τῶν μισ-
15 [θο]ῦ ἐργαζομένων καὶ τῶν μισθουμένων
[αὐ]τούς, ὅπως μηδέτεροι ἀδικῶνται
[ἐφ]ρόντιζεν, ἐπαναγκάζων κατὰ τοὺς νό-
[μους] τοὺς μὲν μὴ ἀθετεῖν ἀλλὰ ἐπὶ τὸ ἔρ-
[γον] πορεύεσθαι, τοὺς δὲ ἀποδιδόναι τοῖς
20 [ἐργ]αζομένοις τὸν μισθὸν ἄνευ δίκης· τῶν
[τε] ἄλλων τῶν κατὰ τὴν ἀρχὴν τὴν καθήκου-
[σα]ν ἐπιμέλειαν ἐποιήσατο κακοπαθίαν οὐδε-
[μία]ν περικάμψας, ἀκόλουθα δὲ πράττων τοῖς
[τε] νόμοις καὶ τῆι τοῦ βίου ἀναστροφεῖ καὶ ταῖς
25 [ἀρχ]αῖς αἷς ἦρξεν πρὸ τῆς ἀγορανομίας·
[ὅπ]ως οὖν καὶ ὁ δῆμος φαίνηται τὰς κατα-
[ξία]ς τιμὰς ἀπονέμων τοῖς ὑπερτιθεμένοις
[εἰς] αὐτὸν τῆι φιλοτιμίαι, ἀγαθεῖ τύ[χε]ι,
[δεδ]όχθαι ἐπαινέσαι Κίλλον Δημητρίου καὶ
30 [στε]φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι
[καὶ] εἰκόνι μαρμαρίνει ἀρετῆς ἕνεκεν καὶ φι—
[λο]τιμίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆμον,
[καὶ] ἀνειπεῖν τὸν στέφανον Διονυσίων τῶν
[μεγ]άλων, τραγωιδῶν τῶι ἀγῶνι, δηλοῦντας
35 [τὰ]ς αἰτίας δι’ ἃς ἐστεφάνωκεν αὐτὸν
[ὁ δῆ]μος· τῆς δὲ ἀναγορεύσεως τοῦ στεφά-
[νου] ἐπιμεληθῆναι τοὺς ἄρχοντας ἐφ’ ὧν ἂν
[πρ]ῶτον Διονύσια τὰ μεγάλα ἄγωμεν.
[ἐπ]ελθὼν δὲ καὶ Δεξίοχος ἐπὶ μὲν ταῖς τ[ι]-
40 [μαῖ]ς ταῖς ψηφιζομέναις τῶι πατρὶ αὐτοῦ ἔφη
[εὐχ]αριστεῖν τῶι δήμωι, τὸ δὲ ἀργύριον τὸ εἰς
[τὴν] εἰκόνα καὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος δώ-
[σει]ν αὐτός· ὅπως οὖν καὶ ἡ εἰκὼν κατασκευ-
[ασθ]εῖσα σταθεῖ τὴν ταχίστην ἐν τῶι ἀγορανο-
45 [μίωι] οὗ ἂν φαίνηται αὐτοῖς, μ[ηδὲν] βλάπτου-
[σα] τῶν ἀναθημάτων, καὶ τὸ [ψήφισ]μα ἀναγρα-
[φὲ]ν εἰς στήλην λιθίνην στα[θεῖ παρ]ὰ τὴν εἰκό-
[να], ἐπιμεληθῆναι Δεξίοχον κα[θὰ ἐπα]γγέλλεται.
Διόσκοροι.
50 [ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὐμένης Εὐμέ-
[νο]υς εἶπεν· ἐπειδὴ Κίλλος Δημητρίου ἔν τε
[τοῖ]ς ἔμπροσθεν χρόνοις ἀνὴρ ἀγαθὸς ὢν διετέ-
[λει] περὶ τὸν δῆμον καὶ πᾶν τὸ συμφέρον πράσσων
[καὶ] κοινεῖ τεῖ πόλει καὶ ἰδίαι τοῖς ἐντυνχάνου-
55 [σιν αὐτ]ῶι νῦν τε πολέμαρχος αἱρεθεὶς καὶ
[τυ]χόντος αὐτῶι τοῦ ἱεράζειν τοῖς Διοσκό-
[ροις] ἐν τῆι θυσίαι τεῖ γινομένει τοῖς Θεοξενίοις,
[βουλ][μενο]ς συνεπαύξειν τοῖς θεοῖς τὴν πανή-
[γυρ]ιν κ[αὶ ἅ]παντας μετέχειν τῶν ἱερῶν, ἐπελθὼν
60 [ἐπὶ] τὸν δῆμον ἐπαγγέλλεται δημοθοινήσειν
[ἐν τ]οῖς Θεοξενίοις, δεδόχθαι τῶι δήμωι ἐπαι-
[νέ]σαι Κίλλον Δημητρίου ἐπί τε τεῖ πρὸς τοὺς θε-
[οὺς] εὐσεβείαι καὶ τεῖ πρὸς τὸν δῆμον εὐνοίαι, τὴν
[δὲ] δημοθοινίαν συντελέσαι αὐτὸν ἐν τῶι
65 γυμνασίωι.
Search Help
Contact Us