IG XII,5 128
[ ] Paros — 194-146 BC — IG XII,5 Add. p. 308
See also:
A.1 — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — —
5 — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — —
[— — — — — — — — — — — — —ος καὶ Κρι[τί]-
10 [ας(?) — — φέροντες τὰ γρ]άμματα π[ρ]οσήλθ[ο]σαν πρὸς
[τ]ὴν βουλὴν κ[α]ὶ τ[ὴ]ν ἐκκλησίαν αἰτούμενοι τό δικαστ[ή]-
ριον κοινῆι· ψηφισαμένου δὲ τοῦ δήμου κληροῦν δικασ-
τ[ὰ]ς τριακοσίους καὶ ἕνα, ὅσους συνεχώρησαν πρὸς
αὑτοὺς οἱ ἐξ άμφοτέρων τῶμ πόλεων ἐπήκοοι, εἰσήγον-
15 [το] αἱ δίκαι, καὶ ἐγένετο ἐν τῶι δικαστηρίωι σύλλυσις,
[εὐδοκ]ησάντων τῶμ παρόντων ἐξ ἑκατέρας τῆς πόλε-
[ως· ὅπως οὖν καὶ ὑμεῖς] παρακολουθῆτε τὰ ὠικονομημένα ὑ-
[πὸ τῶν δικαστῶν, τό τε ἀντ]ίγραφον [δια]πεπόμφαμεν
— — — — — — — — — — — — — — — — — — — — — — — — — —
B.1 [— — — — — — — καθάπερ τοῖς Ἐρετριέων δικαστ]αῖς ἔ[δο]-
[ξεν καὶ τοῖς ἐπηκόοις τοῖς παρὰ Παρίων καὶ π]αρὰ Ναξίων ἀφε-
[σταλμένοις, περὶ ὧν πρὸς τοὺς Ναξίους δ]εδικασμένοι εἰσὶν οἱ
[Πάριοι· μηδεμίαν εἶναι μηκέτι δίκην τ]οῖς ἰδιώταις ἐκ τῶν
5 [πρότερον γεγενημένων ἐγκλημάτω]ν ἢ ἀδικημάτων ταῖς πόλε-
[σιν· μηδεμίαν δὲ εἶναι μη]κέτι δίκην κατὰ τῆς πόλεως τῆς
[Ναξίων ὑπὸ τῆς πόλεως τῆ]ς Παρίων, μηδ’ ὑπὸ τῆς Ναξίων
[πόλεως κατὰ τῆς Παρίω]ν· μηδὲ ὀφείλημα μηδ’ ἔγκλημα
[μηδὲ ἀδίκημα εἶναι μ]ηθὲν μηδ’ ἰδιώτει μηθενὶ κατὰ
10 [τῶν πόλεων, μηδὲ κατ’ ἰδι]ώτου ἔγκλημα μηθὲν ἐκ τῶν πρό-
[τερον γεγενημένων αὐτῶι] πρὸς αὐτὰς ἐγκλημάτων ἢ ἀ[δι]-
[κημάτων· ἔτι δὲ ἐκέλε]υσεν τὸ Ἐρετριέων δικαστήρι[ον]
[θῦσαι βοῦν τὴν πόλιν τ]ὴν Παρίων τοῦ ἐπιτιμίου τοῦ ἐ[πι]-
[γεγραμμένου ἐν τῆιδε τῆι] γραφῆι, τὴν δὲ θυσίαν τῶι Δι[ο]-
15 [νύσωι τῶι Ναξίωι ἄγειν Παρ]ίους, τὸ δὲ γέρας τοῦ βοὸς εἶ[ναι]
— — — — — — — — — — — ὁποτέρα δ’ ἂν τῶν πόλεων ἢ ἰδ[ιώ]-
[της ἐναντίον τι ποιῆι τῆ]ιδε τῆι συλλύσει, ἀποτεισάτω τί-
[μημα τῶι θεῶι τῶι Δηλίωι· ἐὰν] μὲν πόλις παραβῆι, τάλαντα εἴκοσι
[ἀποτινέσθω δίκη, ἐὰν δὲ] ἰδιώτης, τάλαντα πέντε δίκη· ἵν[α]
20 [κυρίαν ἔχωσιν τήνδε τὴν σύ]λλυσιν γεγενημένην ἐκ τῶν ἐπα-
[κτῶν εἰς Δῆλον δικαστῶν ἀπὸ πέ]μπτης ἀπιόντος τοῦ Ἱππιῶνος μ[η]-
[νὸς ἐπὶ ․․․․․․ ἀρχόντων] τῶμ μετὰ Ἀρχεβίου ὡς Ἐρετριεῖς
[ἄγουσιν, ὡς δὲ Νάξιοι ἐπὶ ἱερ]έως τοῦ Διονύσου Φιλοκρίτου τοῦ
[{²δεῖνος}² τῆς — — — μη]νός, ὡς δὲ Πάριοι ἐπ’ ἄρχοντος Θου-
25 [— — — τῆς — — — μην]ὸς Πλυντηριῶνος· τοὺς δὲ προ-
[βούλους καὶ τοὺς στρατη]γοὺς τοὺς Ἐρετριέων εἴς τε τὰ δ[η]-
[μόσια γράμματα παρ’ ἑαυτ]οῖς ἀναγράψαι τήνδε τὴν σύλλυσ(?)-
[ιν, καὶ ταῖς πόλεσιν αὐτὴν ἀπο]στεῖλ[α]ι σφραγισαμένους τῆι δ[η]-
[μοσίαι σφραγῖδι· κομίσασθ]αι δὲ καὶ τοὺς ἐπηκόους ἑκατέ-
30 [ρας τῆς πόλεως τήνδε τὴ]ν σύλλυσιν.
Search Help