IG XII,5 111
[ ] Paros
1 ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι·
Ἀσμενόφαντος εἶπεν· ἐπαι-
νέσαι Ἀμφίλυκογ καὶ Ἀπελλῆ[ν]
Πεδιέως καὶ Ἀριστο͂χομ Μεγα-
5 λοκλέος Χίος. ὅτι πρόθυμοί
εἰσι περὶ τὴμ πόλιν τὴμ Παρίων
ποιεῖν ὅ,τι ἂν δύνωνται ἀγα-
θὸγ καὶ νῦγ καὶ ἐν τῶι πρόσθεν
χρόνωι· ἀναγράψαι δὲ αὐτὸς
10 καθάπερ πρότερον ἦσαμ προ-
ξένους αὐτὸς καὶ ἐκγόνος,
εἶναι δὲ αὐτοῖς ἀτέλειαγ καὶ
προεδρίαγ καὶ δίκας προδί-
κος καὶ ἄν τινος ἄλλο δείων-
15 ται πρόσοδομ πρὸς τὴμ βολὴν
καὶ τὸν δῆμομ πρώτοις
μετὰ τὰ ἱερά.
Search Help
Contact Us