[ ]
Paros
1 | θεοί. |
ἔδοξεν τῆι βολῆι κ[αὶ τῶι] | |
δήμωι· Ἀρχέστρατος ε[ἶπεν]· | |
ἐπαινέσαι Ἄρητον Ἀστ[υν]- | |
5 | όμο Χῖον, ὅτι πρόθυμός ἐστι- |
ν περὶ τὴμ πόλιν τὴμ Παρί[ων] | |
ποιε͂ν ὅ,τι δύναται ἀγαθὸν | |
καὶ νῦγ καὶ ἐν τῶι πρόσθεγ χ- | |
ρόνωι· ἀναγράψαι δὲ αὐτὸν τ- | |
10 | ὸς πρυτάνες τὸς μετὰ Ἀρχη- |
γένος ἐς τὸ Πύθιον πρόξεν- | |
ον τῆς πόλεως αὐτὸγ καὶ ἐκ- | |
γόνος· ἐ͂ναι δὲ Ἀρήτωι καὶ πρ- | |
οεδρίαν καὶ δίκας προδίκος | |
15 | ἐάν τι ἀδικῆται, καὶ πρόσοδ- |
ον ἐάν το [δ]έηται πρὸς τὴμ β- | |
ολὴγ καὶ τὸν δῆμον πρώτωι | |
μετὰ τὰ ἱερά. |