[ ] Naxos — 1st c. BC — cf. IG XII,5 Add. p. 306
1 [․․․․․․․․․․․]λκις — — — —
[ἕσσει] ἐμήν· λυγρῷ γή[ραϊ τρυχ]όμενος
Γάϊος οὗτος ἐγὼ Μουνάτιος· ἀλλ’ ἔτι γυίοις
  ἄρτιος εὐδαίμων τε ἤλυθον εἰς Ἀΐδαν,
5 ἐκπρολιπὼν ἄλοχόν τε σαόφρονα δεσπότιν οἴκω[ν],
  καὶ παῖδας δισ<σ>οὺς ματέρι κηδεμόνας.
Ναίω δ’ οὐκ Ἀχέροντος ἐφ’ ὕ[δ]ασιν, οὐδὲ κελαινὸν
  Τάρταρον, ἀλλὰ [δ][μου]ς ε[ὐσε]βέων ἔλαχον.
Search Help
Contact Us