[ ]
Naxos
| 1 | ἐπὶ δημιουργοῦ Ἀπολλωνίδου, ἱερέως δὲ τῆς Ῥό- |
| δου Κριτοβούλου, Ἀρτεμισιῶνος, ταμιεύον- | |
| τος Φανοφῶντος τοῦ Χορ[ηγί]ωνος, ἦρξεν τὰ | |
| Σαραπίηα Ἀρχέλεως Ἀριστείδου καὶ ἀφῆκεν | |
| 5 | ἀτέληαν, προκηρύξας κατὰ τὸν νόμον, ἐβου- |
| θύτησέν τε καὶ οἰνομέτρησεν πᾶσι καὶ τὴν λοι- | |
| πὴν δαπάνην ἐκ τῶν ἰδίων ἐποιήσατο. | |
| ἐπὶ δημιουργοῦ Ἀντιόχου, ἱερέως δὲ | |
| τῆς Ῥόδου Ἀρχέλεω, μηνὸς Ἀρτεμι- | |
| 10 | σιῶνος, ταμιεύοντος Θευβούλου, |
| ἦρξαν τὰ Σαραπίηα Πάνκριτος Κρι- | |
| τολάου καὶ Κλεαίνετος Ἀπολλω- | |
| νίου καὶ ἀφῆκαν ἀτέ{ι}λειαν {²⁶ἀτέλειαν}²⁶, | |
| προκηρύξαντες κατὰ τὸν νόμον. | |
| 15 | ἐπὶ δημιουργοῦ Πανκράτου, ἱερέως δὲ |
| τῆς Ῥόδου Ἑρμοκράτου, μηνὸς Ἀρτεμι- | |
| σιῶνος, ταμιεύοντος Βουλοθέμιος τοῦ | |
| Κλείνου, [φύ]σει δὲ Ἀ[ρίσ]του, ἦρξαν τὰ Σαρα- | |
| πίηα Κλ{ι}είνων {²⁶Κλείνων}²⁶ Κλείνωνος, Ἀγήνωρ Ἱερο{φα}- | |
| 20 | φαντίδου {²⁶Ἱεροφαντίδου}²⁶, καὶ ἀφῆκαν ἀτέλειαν, προκη- |
| ρύξαντες κατὰ τὸν νόμον. | |
| [ἐπ]ὶ δημιουργοῦ Ἑρμοκράτου, ἱερέως δὲ τῆς Ῥόδου | |
| [Χ]αρισίου, μηνὸς Ἀρτεμισιῶνος, ταμιεύοντος Ἀγ[ή]- | |
| [νορ]ος τοῦ Ἱεροφαντί[δ]ου, ἦρξαν τὰ Σαραπίηα Εὐ- | |
| 25 | ․ονίδη[ς Ἐξη]κέστου, Ἑρμο․․․ος Ἀντιόχου, καὶ ἀ- |
| [φῆ]καν [ἀτέλειαν], προκηρύξαντες κατὰ τὸν | |
| νόμον, [ἐβουθύτησά]ν τε καὶ οἰνομέτρησαν πᾶσι. |