[ ]
Sikinos — end 4th/3rd c. BC
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι] | |
[δήμωι, — — — — εἶ]- | |
[πεν· ἐπειδὴ Αἰσχύλος Σωσι]- | |
[μάχου Πάριος ἐγένετο ἀνὴρ] | |
1 | ἀγαθὸ[ς πε]ρὶ [τὴμ π]όλιν [τὴν] |
Σικινητῶν, δ[εδό]χθαι τῆι β[ου]- | |
[λ]ῆι καὶ τῶι δήμωι, πρόξενον | |
[ε]ἶναι Αἰσχύλον Σωσιμάχο[υ] | |
5 | [Πά]ριον τῆς πόλεως τῆς Σικι[νη]- |
[τῶ]ν καὶ αὐτὸν καὶ ἐκγόνου[ς] | |
[με]τὰ τῶν ὑπαρχόντων προ- | |
ξένων· εἶναι δὲ αὐτῶι καὶ | |
[ἐ]κγόνοις ἐς Σικίνωι [καὶ] | |
10 | ἐμ πολέμωι εἰρήνην καὶ |
ἐσσύλωι ἀσυλίαν καὶ πρόσ[ο]- | |
δον πρὸς τὴν βουλὴν καὶ | |
τὸν δῆμον, ἐάν του δέων- | |
ται, πρώτοις μετὰ τὰ ἱερά· | |
15 | ὅπως δὲ ἀναγραφεῖ ἡ προ- |
ξενία εἰς στήληι λιθίνηι | |
καὶ σταθῆι εἰς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος τοῦ Πυθίου, ἐπι- | |
μεληθῆναι τοὺς ἄρχοντας | |
20 | τοὺς περὶ Καλλίνικον· τὸ δ’ ἀνά- |
λωμα δοῦναι τοὺς πράκτορας | |
τοὺς περὶ Πρα[ξ]ικράτην. | |
τῆς ἀναγραφῆς ἐπεμελήθη | |
Καλλίνικος ἄρχων. |