[ ]
Ios — 2nd/3rd c. AD — IG XII,5 p. 217 & Add. p. 305
1 | [{²ὁ δεῖνα}² ἀνέθηκεν Εἴ]- |
σι[δι Σεράπ]ι[δ]ι [Ἀ]νούβιδι | |
κ’ Ἀ[ρποκρά]τῃ. Εἶσις ἐγώ εἰμι | |
ἡ τ[ύρανν]ος πάσης χόρας {²⁶χώρας}²⁶ καὶ | |
5 | ἐπαιδ[εύ]θην ὑπὸ Ἑρμοῦ καὶ |
γράμματα εὗρον μετὰ Ἑρμοῦ | |
τὰ δημόσια, ἵνα μὴ τοῖς αὐτοῖς | |
πάντα γράφηται. ἐγὼ νόμους | |
ἀνθρώποις ἐθέμην καὶ ἐνόμο- | |
10 | θέτησα, ἃ οὐδεὶς δύναται μετα- |
θεῖναι. ἐγώ εἰμι Κρόνου θυγάτηρ | |
πρεσβυτάτη. ἐγώ εἰμι γυνὴ καὶ | |
ἀδελφὴ Ὀσείρεος βασιλέος. ἐγώ | |
εἰμι θεοῦ Κυνὸς ἄστρῳ ἐπιτέλ<λ>ουσα. | |
15 | ἐγώ εἰμι ἡ παρὰ γυναιξὶ θεὸς καλου- |
μένη. ἐ[μ]οὶ βούβαστις πόλις οἰκοδο- | |
μήθη. ἐγὼ ἐχώρισα γῆν ἀπ’ οὐρανοῦ. | |
ἐγὼ ἄστ[ρ]ων ὁδοὺς ἔδειξα. ἐγὼ ἡλίου καὶ | |
σελήνης πορείαν συνέταξα. ἐγὼ θαλάσ- | |
20 | σια ἔργα εὗρα. ἐγὼ τὸ δίκαιον ἰσχυρὸν ἐποί- |
ησα. ἐγὼ γυναῖκα καὶ ἄνδρα συνήγαγα. | |
ἐγὼ γυναιξὶ δεκάμηνον βρέφος ἐνέταξα. | |
ἐγὼ ὑπὸ τέκνων γονεῖς φιλοστοργεῖσθαι ἐνο- | |
μοθέτησα. ἐγὼ τοῖς ἀστόργοις γονεῖσι δια- | |
25 | κειμένοις τειμωρίαν ἐπέθηκα. ἐγὼ μετὰ |
τοῦ ἀδελφοῦ Ὀσείρεος τὰς ἀνθρωποφαγίας ἔπαυσα. | |
ἐγὼ μυήσεις ἀνθρώποις ἀνέδειξα. ἐγὼ ἀγάλματα | |
θεῶν τειμᾶν ἐδίδαξα. ἐγὼ τεμένη θεῶν εἰδρυσά- | |
μην. ἐγὼ τυράννω[ν ἀ]ρχὰς κατέλυσα. ἐγὼ στέργε- | |
30 | σθαι γυναῖκας ὑπ’ ἀνδρῶν ἠνάνκασα. ἐγὼ τὸ δί- |
καιον εἰσχυρότερον χρυσίου καὶ ἀργυρίου ἐποί- | |
ησα. ἐγὼ τὸ ἀληθὲς καλὸν ἐνομοθέτησα | |
νομίζ[εσ]θαι. ἐγὼ συνγραφὰς γαμικὰ[ς] εὗρα. | |
[ἐγὼ] [δ]ιαλέκτους Ἕλλησι καὶ βαρβάροις διεταξά- | |
35 | μην. ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρὸν διαγεινώσκεσ- |
θαι [ὑπ]ὸ τῆς φύ[σ]ε[ω]ς ἐποί[ησ]α. ἐγὼ ὅρκου φόρον | |
[ἐπέβαλο]ν ἐπ[ὶ ․․․․․․․․․]ν ἀδίκως ε— — — | |
frg.A.1 | — αἰσχυν— — — |
— εὐχαὶ κ[α]ὶ — | |
[—υ(?)]δίων Γ․․․․․․κίου. | |
{²vacat}² | |
5 | —οι̣γο— — — |
—α̣ραι— — — | |
—επιλ— — — | |
—φιλ̣ι— — — | |
8a | {²spatium (dirutum) a. 0.42}² |
B.9 | —․․— |
10 | —ΟϹΕ— |
—․ΕΩ̣Ϲ— | |
—Ρ̣ΩΝ— | |
—․․— | |
[— θεοπ]ρόποι(?) — | |
15 | —ΟΝΠ— |