[ ] Ios — 2nd/3rd c. AD — IG XII,5 p. 217 & Add. p. 305
1 [{²ὁ δεῖνα}² ἀνέθηκεν Εἴ]-
σι[δι Σεράπ]ι[δ]ι [Ἀ]νούβιδι
κ’ Ἀ[ρποκρά]τῃ. Εἶσις ἐγώ εἰμι
ἡ τ[ύρανν]ος πάσης χόρας {²⁶χώρας}²⁶ καὶ
5 ἐπαιδ[εύ]θην ὑπὸ Ἑρμοῦ καὶ
γράμματα εὗρον μετὰ Ἑρμοῦ
τὰ δημόσια, ἵνα μὴ τοῖς αὐτοῖς
πάντα γράφηται. ἐγὼ νόμους
ἀνθρώποις ἐθέμην καὶ ἐνόμο-
10 θέτησα, ἃ οὐδεὶς δύναται μετα-
θεῖναι. ἐγώ εἰμι Κρόνου θυγάτηρ
πρεσβυτάτη. ἐγώ εἰμι γυνὴ καὶ
ἀδελφὴ Ὀσείρεος βασιλέος. ἐγώ
εἰμι θεοῦ Κυνὸς ἄστρῳ ἐπιτέλ<λ>ουσα.
15 ἐγώ εἰμι ἡ παρὰ γυναιξὶ θεὸς καλου-
μένη. ἐ[μ]οὶ βούβαστις πόλις οἰκοδο-
μήθη. ἐγὼ ἐχώρισα γῆν ἀπ’ οὐρανοῦ.
ἐγὼ ἄστ[ρ]ων ὁδοὺς ἔδειξα. ἐγὼ ἡλίου καὶ
σελήνης πορείαν συνέταξα. ἐγὼ θαλάσ-
20 σια ἔργα εὗρα. ἐγὼ τὸ δίκαιον ἰσχυρὸν ἐποί-
ησα. ἐγὼ γυναῖκα καὶ ἄνδρα συνήγαγα.
ἐγὼ γυναιξὶ δεκάμηνον βρέφος ἐνέταξα.
ἐγὼ ὑπὸ τέκνων γονεῖς φιλοστοργεῖσθαι ἐνο-
μοθέτησα. ἐγὼ τοῖς ἀστόργοις γονεῖσι δια-
25 κειμένοις τειμωρίαν ἐπέθηκα. ἐγὼ μετὰ
τοῦ ἀδελφοῦ Ὀσείρεος τὰς ἀνθρωποφαγίας ἔπαυσα.
ἐγὼ μυήσεις ἀνθρώποις ἀνέδειξα. ἐγὼ ἀγάλματα
θεῶν τειμᾶν ἐδίδαξα. ἐγὼ τεμένη θεῶν εἰδρυσά-
μην. ἐγὼ τυράννω[ν ἀ]ρχὰς κατέλυσα. ἐγὼ στέργε-
30 σθαι γυναῖκας ὑπ’ ἀνδρῶν ἠνάνκασα. ἐγὼ τὸ δί-
καιον εἰσχυρότερον χρυσίου καὶ ἀργυρίου ἐποί-
ησα. ἐγὼ τὸ ἀληθὲς καλὸν ἐνομοθέτησα
νομίζ[εσ]θαι. ἐγὼ συνγραφὰς γαμικὰ[ς] εὗρα.
[ἐγὼ] [δ]ιαλέκτους Ἕλλησι καὶ βαρβάροις διεταξά-
35 μην. ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρὸν διαγεινώσκεσ-
θαι [ὑπ]ὸ τῆς φύ[σ]ε[ω]ς ἐποί[ησ]α. ἐγὼ ὅρκου φόρον
[ἐπέβαλο]ν ἐπ[ὶ ․․․․․․․․․]ν ἀδίκως ε— — —
frg.A.1 — αἰσχυν— — —
— εὐχαὶ κ[α]ὶ —
[—υ(?)]δίων Γ․․․․․․κίου.
{²vacat}²
5 —οι̣γο— — —
—α̣ραι— — —
—επιλ— — —
φιλ̣ι— — —
8a {²spatium (dirutum) a. 0.42}²
B.9      —․․—
10     —ΟϹΕ—
    —․ΕΩ̣Ϲ—
    —Ρ̣ΩΝ—
     —․․—
[— θεοπ]ρόποι(?) —
15         —ΟΝΠ—
Search Help
Contact Us