IG XII,5 8/1009
[ ] Ios — 3rd c. BC — IG XII,5 Add. p. 303
See also:
[— — — — — — — — — — — — εὔξασθαι —]
1 ․․ς τῶι τε Διὶ τῶι Πολιεῖ καὶ τῆι Ἀθηνᾶι τ[ῆι Πολιάδι καὶ θεοῖς]
[π]ᾶσι καὶ πάσαις ἐπ’ ἀγαθῆι τύχηι καὶ σωτη[ρίαι ἡμῶν ἀνανεώσασθαι]
[τ]ὴμ φιλίαν καὶ τὴν συμφωνίαν τὴμ πρὸς Ῥ[οδίους ἡμῖν ὑπάρχουσαν]
[κ]αθὰ καὶ [Ῥ]όδιοι παρακαλοῦσιν· ἐπαινέσαι δ[ὲ αὐτοὺς διότι τῆς τῶν Ἰη]-
5 [τ]ῶν ἐλευθερίας καὶ ἀγαθοῦ τινος ἀεὶ πα[ραίτιοι ἐγένοντο τῶι δή]-
[μ]ωι· ἀποκομίσαι δὲ καὶ τὸν στέφανον εἰς Ῥόδον [ἀξιώσοντα καὶ Ῥοδίους αὐτὸν]
[ἀν]αγορεῦσαι ἐν τῶι ἀγῶνι τῶν Ἡλιείω[ν· ἀναγορεῦσαι δὲ καὶ παρ’ ἡμῖν],
[ὅτ]αν παρακαλῶσιν ἡμᾶς Ῥόδιοι· ἑλέσθαι δ[ὲ καὶ ἄνδρα ἐντὸς τοῦ]
ἐνεστῶτος μηνός, ὅστις παραγενό[μενος εἰς Ῥόδον διαλεχθή]-
10 [σεται περὶ τῶν σ]υμφερόντων ταῖς πό[λεσιν — — —]
— — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us