[ ]
Melos — Roman period
1 | Κλώδιος, ὦ παροδεῖτα, τάφοις ὑπὸ |
τοῖσδε #⁵⁶ Σεκοῦνδος κεῖμαι τὸν | |
φθιμένων νήγρετον ὕπνον ἔχων #⁵⁶ | |
π[λ]ηρώσας δ’ ἐτέων δέκα τετράδας | |
5 | Ἐλπ[ί]δα μούνην παῖδα λίπον βιοτῆς |
μητ[ρ]ὶ παραψυχίην #⁵⁶ ἡμετέρης ἀρε- | |
τῆς μάρτυς πόλις ἥ μ’ ἐπὶ σεμνοῖς | |
ἤθεσι τοῖς πατρίοις ἠγλάϊσε στέφεσε. | |
ἀλλ’ οὐκ εὐσεβίῃ τὶς ἀλεύεται #⁵⁶ | |
10 | ἄσστροφα Μοιρῶν δόγματα· καὶ |
Μείνως ἤλυθεν εἰς Ἀΐδην. |