[ ] Astypalaia — 1st c. BC
face A.1 μή μοι πεῖν φέρεθ’ ὧδε, μάτην πέποται γ<ά>ρ, ὅτ’ ἔζων,
μηδὲ φαγεῖν· ἀρκεῖ· φλήναφός ἐστι τάδε.
εἰ δ’ ἕνεκεν μνήμης τε̣ καὶ ὧν ἐβίωσα σὺν ὑμεῖν
ἢ κρόκον ἢ λιβάνους δῶρα φέρεσθε, φίλοι,
5 τοῖς μ’ ὑποδεξαμένοις ἀντάξια ταῦτα διδόντες,
ταῦτ’ ἐνέρων· ζώντων δ’ οὐδὲν ἔχουσι νεκροί.
face B.7 Κλευμάτρας.
Search Help
Contact Us