[ ]
Astypalaia — 1st c. BC
| face A.1 | μή μοι πεῖν φέρεθ’ ὧδε, μάτην πέποται γ<ά>ρ, ὅτ’ ἔζων, |
| μηδὲ φαγεῖν· ἀρκεῖ· φλήναφός ἐστι τάδε. | |
| εἰ δ’ ἕνεκεν μνήμης τε̣ καὶ ὧν ἐβίωσα σὺν ὑμεῖν | |
| ἢ κρόκον ἢ λιβάνους δῶρα φέρεσθε, φίλοι, | |
| 5 | τοῖς μ’ ὑποδεξαμένοις ἀντάξια ταῦτα διδόντες, |
| ταῦτ’ ἐνέρων· ζώντων δ’ οὐδὲν ἔχουσι νεκροί. | |
| face B.7 | Κλευμάτρας. |