[ ]
Astypalaia — 2nd/1st c. BC
| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά[μωι· ․․c.8․․․] |
| κλεῦς ἐπεστάτει, γνώ[μα πρυτανίων]· | |
| τὰ μὲν ἄλλα γίνεσθαι περὶ τὰς θ̣υ̣[σίας] | |
| τῶι Διονύσωι κατὰ τὰ προϋπάρχοντα· ὅπως | |
| 5 | δὲ καὶ εἰς τὸ λοιπὸν κατὰ τὸ βέλτιστον |
| διοικῆται πάντα τὰ ποτὶ τὰν τοῦ θειοῦ τιμάν, | |
| ὅσοι χα τοῦ Ἰοβακχίου μηνὸς τῶι Διονύσωι | |
| πομπεύσωντι ἱερεῖον ὁτιοῦν, θυόντω | |
| τὰ πομπευθέντα πάντα ἔστε τᾶς τριακά- | |
| 10 | δος κατὰ τὰ νομιζόμενα· εἰ δέ τίς κα πομ- |
| πεύσας μὴ θύσηι τῶι Διονύσωι ἐν τῶι γεγραμ- | |
| μένωι χρόνωι, ἔναρόν τε αὐτῶι ἔστω καὶ οἱ πρυ- | |
| τάνεις ζαμιωσάντω αὐτόν, ὅσσωι κύριοί ἐντι, | |
| [ἢ εἰς βου]λὰ̣ν παραγόντω· ἁ δὲ βουλὰ ζαμιωσά- | |
| 15 | [τω, ὅσσωι κυρία] ἐστί. ἑλέσθαι δὲ καὶ ἄνδρα, ὅστις |
| [αὐτίκα ἐργασεῖ]ται χαρακτῆρα σιδαροῦν | |
| [․․․․․c.15․․․․․․ τ]ὰ ἱερεῖα χαραξοῦντι ἅμα | |
| [․․․․․c.15․․․․․․ οἱ] ἱεροποιοί, καὶ κείσθω ὁ | |
| [χαρακτὴρ ἐν τῶι ἱερῶι] τοῦ Διονύσου, εἷ ἀεὶ ἁ | |
| 20 | [θυσία ἐσσεῖται — — — — — — — — — — — — — — —] |