[ ] Astypalaia — 2nd/1st c. BC
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά[μωι· ․․c.8․․․]
κλεῦς ἐπεστάτει, γνώ[μα πρυτανίων]·
τὰ μὲν ἄλλα γίνεσθαι περὶ τὰς θ̣υ̣[σίας]
τῶι Διονύσωι κατὰ τὰ προϋπάρχοντα· ὅπως
5 δὲ καὶ εἰς τὸ λοιπὸν κατὰ τὸ βέλτιστον
διοικῆται πάντα τὰ ποτὶ τὰν τοῦ θειοῦ τιμάν,
ὅσοι χα τοῦ Ἰοβακχίου μηνὸς τῶι Διονύσωι
πομπεύσωντι ἱερεῖον ὁτιοῦν, θυόντω
τὰ πομπευθέντα πάντα ἔστε τᾶς τριακά-
10 δος κατὰ τὰ νομιζόμενα· εἰ δέ τίς κα πομ-
πεύσας μὴ θύσηι τῶι Διονύσωι ἐν τῶι γεγραμ-
μένωι χρόνωι, ἔναρόν τε αὐτῶι ἔστω καὶ οἱ πρυ-
τάνεις ζαμιωσάντω αὐτόν, ὅσσωι κύριοί ἐντι,
[ἢ εἰς βου]λὰ̣ν παραγόντω· ἁ δὲ βουλὰ ζαμιωσά-
15 [τω, ὅσσωι κυρία] ἐστί. ἑλέσθαι δὲ καὶ ἄνδρα, ὅστις
[αὐτίκα ἐργασεῖ]ται χαρακτῆρα σιδαροῦν
[․․․․․c.15․․․․․․ τ]ὰ ἱερεῖα χαραξοῦντι ἅμα
[․․․․․c.15․․․․․․ οἱ] ἱεροποιοί, καὶ κείσθω ὁ
[χαρακτὴρ ἐν τῶι ἱερῶι] τοῦ Διονύσου, εἷ ἀεὶ ἁ
20 [θυσία ἐσσεῖται — — — — — — — — — — — — — — —]
Search Help
Contact Us