[ ]
Thera — 2nd c. AD
1 | ἀγαθῆι τύχηι· [ἔδοξε τῶι κοινῶι τῶν] |
Βακχιστῶν ἐν [νομαίαι συνόδωι· ἐπειδὴ] | |
Λάδαμος Διονυσ[οφάνου Ἀλεξανδρεὺς] | |
τῶν περὶ αὐλὴν δια[δόχων, ὁ τεταγμέ]- | |
5 | νος ὑπὸ τῶν βασιλέω[ν ἐπὶ Θήρας], |
εὔνους ὑπάρχων τοῖς Βα[κχισταῖς] | |
πολλὰς καὶ μεγάλας ἀποδ[είξεις πε]- | |
ποίηται τῆς εἰς τὰ πράγματ[α ὁρμῆς] | |
ἔν τε τοῖς πρότερον χρόνοις πο[λλῶι τε] | |
10 | μᾶλλον ἐν τοῖς νῦν περιστᾶσι και[ροῖς], |
ἐξαποσταλείς τε ὑπὸ τῶν βασιλ[έων] | |
καὶ ταγεὶς ἐπί τε τῆς πόλεως καὶ ἡμῶ[ν] | |
καθ’ ἅπαντα τρόπον κατακολουθῶν τῆι τῶ[ν] | |
βασιλέων προ[α]ιρέσει καὶ τῆι αὑτοῦ καλο- | |
15 | κἀγαθίαι πρό[ς τ]ε ἡμᾶ[ς] καὶ τοὺς ἄλλους |
ἅπαντας π[ε]ρ[ιφ]ε[ρ]όμενος διατελεῖ | |
φιλανθρώπως, σπουδῆς καὶ φιλοτιμίας | |
ἐν οὐθενὶ καιρῶι παραλείπων οὐθέν· | |
ὅπως οὖν καὶ τὸ κοινὸν φαίνται τοὺς προ- | |
20 | εστηκότας ἀπὸ παντὸς τοῦ βελτίστ[ου] |
τιμ[ῶ]ν, δεδόχθαι Λάδαμον Διονυσοφά[νου] | |
καὶ αὐτὸν καὶ γυναῖκα καὶ ἐνγόνου[ς] | |
εἶναι θιασίτας, καὶ μετουσίαν αὐ[τοῖς] | |
[ὧ]νπ[ερ κ]αὶ τοῖς ἄλλοις θιασίτ[αις μέτε]- | |
25 | στιν· ἐπάγειν δὲ [αὐτ]οῦ κα[ὶ ․․․․․․․․․․] |
․․․․ων ἐν τῆι συνόδωι — — — — — — — — — | |
․․ περὶ τῶν βασιλέ[ων — — — πεντετη]- | |
[ρί]δι καὶ τριετηρί[δι — — — — — —] | |
[․․ν], ὁμοίως καὶ — — — — — — — | |
30 | [ὑ]πὲρ δὲ των — — — — — — — — — |
βασιλε— — — — — — — — — — — — — | |
αὐλ[η — — — — — — — — — — — —] |