[ ] Thera — 3rd c. BC
1 πρυτανίων γνώμα· ἐπειδὴ Βάτων Ἐγκα[ι]-
ρίου Σάμιος ἀνὴρ καλὸς κἀγαθὸς ὢν
διατελεῖ καὶ πολλῶν καὶ ἀγαθῶν συν-
[α]ίτιος γεγένηται τᾶι πόλι τᾶι Θηραίω[ν],
5 πράσσωγ καὶ βουλεύων τὰ συμφέρον-
τα Θηραίοις, καὶ διαφυλάσσει τὰν εὔνο[ι]-
[α]ν τὰμ ποτὶ Θηραίος, πολλὰν σπου-
[δὰ]ν καὶ ἐπιμέλειαμ [πᾶσαν παρεχό]-
[μεν]ος καὶ τ[ῶμ πολιτᾶν] τῶμ παρα-
10 [γενομέν]ων, δ[ε]δόχθαι τῶι [δ]άμωι, ἐπα[ι]-
[νέσαι] μὲν [Βάτωνα Ἐγκ]αιρίου Σάμιον
[ἀρετᾶ]ς ἕ[νεκα καὶ εὐεργεσ]ίας τᾶς ἐς
[τὸν δᾶ]μ[ον καὶ εὐνοίας] ἃν δείκνυτα[ι],
[καὶ ἦμεν αὐτὸμ πρόξενον] καὶ εὐεργέ-
15 [ταν τοῦ δάμου τοῦ Θηραίων] καὶ αὐτὸν
[καὶ ἐκγόνος, ἦμεν δὲ αὐτ]ῶι καὶ ἔσπλουν
[καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀ]σπονδεὶ καὶ πο-
[λέμου καὶ εἰράνας, καὶ πόθ]ο[δ]ομ ποτὶ τὰμ
[βουλὰν καὶ τὸν δᾶμ]ον πράτωι μετὰ τὰ
20 [ἱερά, καὶ ἀτέλειαν πάντ]ω[ν] ὧν κα ἐσάγη[ι]
[ἢ ἐξάγηι ἢ διάγηι ἐς τὸν ἴ]διον οἶκον· καὶ
— — — — — — — — — — — — — — — — — — αὐτὸν
— — — — — — — — — — — — — — — — —ον κα[ὶ]
— — — — — — — — — — — — — — — — — — — —
Search Help