[ ]
Thera — 3rd c. BC
1 | πρυτανίων γνώμα· ἐπειδὴ Βάτων Ἐγκα[ι]- |
ρίου Σάμιος ἀνὴρ καλὸς κἀγαθὸς ὢν | |
διατελεῖ καὶ πολλῶν καὶ ἀγαθῶν συν- | |
[α]ίτιος γεγένηται τᾶι πόλι τᾶι Θηραίω[ν], | |
5 | πράσσωγ καὶ βουλεύων τὰ συμφέρον- |
τα Θηραίοις, καὶ διαφυλάσσει τὰν εὔνο[ι]- | |
[α]ν τὰμ ποτὶ Θηραίος, πολλὰν σπου- | |
[δὰ]ν καὶ ἐπιμέλειαμ [πᾶσαν παρεχό]- | |
[μεν]ος καὶ τ[ῶμ πολιτᾶν] τῶμ παρα- | |
10 | [γενομέν]ων, δ[ε]δόχθαι τῶι [δ]άμωι, ἐπα[ι]- |
[νέσαι] μὲν [Βάτωνα Ἐγκ]αιρίου Σάμιον | |
[ἀρετᾶ]ς ἕ[νεκα καὶ εὐεργεσ]ίας τᾶς ἐς | |
[τὸν δᾶ]μ[ον καὶ εὐνοίας] ἃν δείκνυτα[ι], | |
[καὶ ἦμεν αὐτὸμ πρόξενον] καὶ εὐεργέ- | |
15 | [ταν τοῦ δάμου τοῦ Θηραίων] καὶ αὐτὸν |
[καὶ ἐκγόνος, ἦμεν δὲ αὐτ]ῶι καὶ ἔσπλουν | |
[καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀ]σπονδεὶ καὶ πο- | |
[λέμου καὶ εἰράνας, καὶ πόθ]ο[δ]ομ ποτὶ τὰμ | |
[βουλὰν καὶ τὸν δᾶμ]ον πράτωι μετὰ τὰ | |
20 | [ἱερά, καὶ ἀτέλειαν πάντ]ω[ν] ὧν κα ἐσάγη[ι] |
[ἢ ἐξάγηι ἢ διάγηι ἐς τὸν ἴ]διον οἶκον· καὶ | |
— — — — — — — — — — — — — — — — — — αὐτὸν | |
— — — — — — — — — — — — — — — — —ον κα[ὶ] | |
— — — — — — — — — — — — — — — — — — — — |