[ ] Syme — 2nd c. BC
1 ε̣ὐ[τυχί]αι ζ̣ώοντες ἐ[νὶ] ξυνῆι κατὰ π]ό[τμον]
  ξυνῆ τὴν Παρίην ἀμφεθέ[μεσθα π]έτρον·
κἀγὼ μὲν πάτρης τὸν ἀρήϊον [ἤιν]εσα θεσμό[ν],
  ἡ δ’ ἐς Ἀθηναίης ἔργα νόωι τρέπετο·
5 ἄμφω δ’ ἀσπαστοὶ ξείνοισί τε καὶ πολιήται[ς]
  κυάνεον Λήθης ἤλθομεν εἰς ἔρεβος
γηραιοί, μακάρεσσι τετιμένοι· ἦν ἄρα θνητο[ῖς]
ἐξ ἔργων ἀγαθῶν καρπὸς ὅδ’ εὐσεβίης.
Search Help
Contact Us