[ ]
Syme — 2nd c. BC
| 1 | ε̣ὐ[τυχί]αι ζ̣ώοντες ἐ[νὶ] ξυνῆι κατὰ π]ό[τμον] |
| ξυνῆ τὴν Παρίην ἀμφεθέ[μεσθα π]έτρον· | |
| κἀγὼ μὲν πάτρης τὸν ἀρήϊον [ἤιν]εσα θεσμό[ν], | |
| ἡ δ’ ἐς Ἀθηναίης ἔργα νόωι τρέπετο· | |
| 5 | ἄμφω δ’ ἀσπαστοὶ ξείνοισί τε καὶ πολιήται[ς] |
| κυάνεον Λήθης ἤλθομεν εἰς ἔρεβος | |
| γηραιοί, μακάρεσσι τετιμένοι· ἦν ἄρα θνητο[ῖς] | |
| ἐξ ἔργων ἀγαθῶν καρπὸς ὅδ’ εὐσεβίης. |