[ ]
Syme — 2nd/1st c. BC
A.1 | ἐπ’ ἱερέως Σωσικλεῦς καὶ δαμιουργοῦ Κτησία, Πα- |
ναίμου [δ]ιχομηνίαι, ἔδοξε τῶι κοινῶι, ἱεροθυτᾶν γνώ- | |
μα· ἐπειδὴ Ἀριστοφάνης Ἀριστοφάνευς Πολίτας | |
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ κοινὸν τῶν ἐν Σύμαι | |
5 | κατοικούντων, τὰν πᾶσαν σπου[δ]ὰν καὶ φιλοτιμίαν πα- |
ρεχόμενος καὶ ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμενος | |
τῶι κοινῶι, πονέσαντός τε τοῦ ναοῦ τοῦ ἐν τᾶι ἄκραι τοῦ | |
τᾶς Ἀθάνας καὶ ἐγγί[ζ]οντος συνπετεῖν διὰ τὸ ἐξῶσθαι | |
τοίχους [δ]ύο, τόν τε κείμενον ποτ’ ἀνατολὰς καὶ τὸν πο- | |
10 | τὶ μεσαμβρίαν, καὶ εἰς τὰν ἐπισκευὰν αὐτοῦ γενομενᾶν |
ἐπαγγελιᾶν ὑπό τε κοινῶν καὶ ἰδιωτᾶν, τᾶς δὲ ἐπισυναγω- | |
γᾶς τοῦ διαφόρου γινομένας πολυχρονίου, παρακληθεὶς | |
ἐν τᾶι ἐκλησίαι ὑπὸ τῶν κτοινετᾶν συντελέσαι ἰ[δ]ίαι τὰ | |
ἔργα ἐπαγγείλατο καὶ συνετέλεσε, ποτεπαγγείλατο | |
15 | δὲ καὶ ξυ[λ]ωσεῖν τᾶς στέγας τὰ ποτι[δ]εόμενα καὶ κερα- |
μωσεῖν τελέσμασι τοῖς αὑτοῦ· καὶ συνετέλεσε ἀναγαγών | |
τε τοὺς παρεπιδαμοῦντας τῶν Πολιτᾶν ἐπέδειξε τὰ | |
ἔργα κα[λ]ῶς γεγονότα· ὅπως οὖν καὶ τὸ κοινὸν φαίνη- | |
ται εὐχάριστόν <τ>ε ἐὸν καὶ τιμοῦν τοὺς ἀγαθοὺς τῶν | |
20 | [ἀν]δρῶν, τύχαι ἀγαθᾶι, δε[δ]όχθαι [τ]ῷ κοινῶι, κυρω- |
[θέντο]ς τοῦδε τοῦ ψαφίσματος, ἐπαινέσαι καὶ στεφα- | |
[νῶσαι Ἀρι]στοφάνη Ἀριστοφά[ν]ευς Πολίταν | |
[χρυσέωι σ]τεφ[ά]νωι ἀρετᾶς ἕνεκα καὶ | |
[φιλοδοξίας ἃν ἔχων] διατ[ελεῖ ε]ἰς [τ]ὸ κοινὸν τῶν | |
25 | [ἐν Σύμαι κατοικούντων καὶ τᾶς ποτ]ὶ τοὺς θεοὺς |
[εὐσεβείας· — — — — — — — — — — — — — — — —] | |
B.1 | [— — — — — — — — — — — — — — — — — — ἐπὶ δὲ] |
[τὰν αἴτησιν τοῦ στεφάνου ἑλέσθαι παραχρῆμα] | |
[ἄνδρα· ὁ δὲ αἱρεθεὶς διαπλευσάτω εἰς Ῥόδον αἰτη]- | |
[σούμεν]ος τ[ὰν] βο[υλὰν καὶ τὸν δᾶμον· ὁ δὲ ἀγωνο]- | |
5 | [θ]έτας ὁ ἐν τοῖς πράτοις Ἡρ[ακλείοις τ]ὰν [κύ]- |
ρωσιν τοῦδε τοῦ ψαφίσματο[ς ἀναγορευσ]άτω ἐν | |
τῶι σταδίωι, ἐπεί κα θῇ τὸν ἀγῶνα, καὶ ἀνακαρυ- | |
ξάτω ὅ[τι· τ]ὸ κοινὸν τῶν ἐν Σύμ[α]ι κατοικούντων | |
ἐπαινεῖ καὶ στεφαίοῖ χρυσέωι στεφάνωι Ἀριστοφάνη | |
10 | Ἀριστοφάνευς Πολίταν ἀρετᾶς ἕνεκα καὶ φιλο- |
δοξίας ἃν ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν ἐν Σύ- | |
μαι κατοικούντων καὶ τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας. |