[ ] Syme — 2nd/1st c. BC
A.1 ἐπ’ ἱερέως Σωσικλεῦς καὶ δαμιουργοῦ Κτησία, Πα-
ναίμου [δ]ιχομηνίαι, ἔδοξε τῶι κοινῶι, ἱεροθυτᾶν γνώ-
μα· ἐπειδὴ Ἀριστοφάνης Ἀριστοφάνευς Πολίτας
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ κοινὸν τῶν ἐν Σύμαι
5 κατοικούντων, τὰν πᾶσαν σπου[δ]ὰν καὶ φιλοτιμίαν πα-
ρεχόμενος καὶ ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμενος
τῶι κοινῶι, πονέσαντός τε τοῦ ναοῦ τοῦ ἐν τᾶι ἄκραι τοῦ
τᾶς Ἀθάνας καὶ ἐγγί[ζ]οντος συνπετεῖν διὰ τὸ ἐξῶσθαι
τοίχους [δ]ύο, τόν τε κείμενον ποτ’ ἀνατολὰς καὶ τὸν πο-
10 τὶ μεσαμβρίαν, καὶ εἰς τὰν ἐπισκευὰν αὐτοῦ γενομενᾶν
ἐπαγγελιᾶν ὑπό τε κοινῶν καὶ ἰδιωτᾶν, τᾶς δὲ ἐπισυναγω-
γᾶς τοῦ διαφόρου γινομένας πολυχρονίου, παρακληθεὶς
ἐν τᾶι ἐκλησίαι ὑπὸ τῶν κτοινετᾶν συντελέσαι ἰ[δ]ίαι τὰ
ἔργα ἐπαγγείλατο καὶ συνετέλεσε, ποτεπαγγείλατο
15 δὲ καὶ ξυ[λ]ωσεῖν τᾶς στέγας τὰ ποτι[δ]εόμενα καὶ κερα-
μωσεῖν τελέσμασι τοῖς αὑτοῦ· καὶ συνετέλεσε ἀναγαγών
τε τοὺς παρεπιδαμοῦντας τῶν Πολιτᾶν ἐπέδειξε τὰ
ἔργα κα[λ]ῶς γεγονότα· ὅπως οὖν καὶ τὸ κοινὸν φαίνη-
ται εὐχάριστόν <τ>ε ἐὸν καὶ τιμοῦν τοὺς ἀγαθοὺς τῶν
20 [ἀν]δρῶν, τύχαι ἀγαθᾶι, δε[δ]όχθαι [τ]ῷ κοινῶι, κυρω-
[θέντο]ς τοῦδε τοῦ ψαφίσματος, ἐπαινέσαι καὶ στεφα-
[νῶσαι Ἀρι]στοφάνη Ἀριστοφά[ν]ευς Πολίταν
[χρυσέωι σ]τεφ[ά]νωι ἀρετᾶς ἕνεκα καὶ
[φιλοδοξίας ἃν ἔχων] διατ[ελεῖ ε]ἰς [τ]ὸ κοινὸν τῶν
25 [ἐν Σύμαι κατοικούντων καὶ τᾶς ποτ]ὶ τοὺς θεοὺς
[εὐσεβείας· — — — — — — — — — — — — — — — —]
B.1 [— — — — — — — — — — — — — — — — — — ἐπὶ δὲ]
[τὰν αἴτησιν τοῦ στεφάνου ἑλέσθαι παραχρῆμα]
[ἄνδρα· ὁ δὲ αἱρεθεὶς διαπλευσάτω εἰς Ῥόδον αἰτη]-
[σούμεν]ος τ[ὰν] βο[υλὰν καὶ τὸν δᾶμον· ὁ δὲ ἀγωνο]-
5 [θ]έτας ὁ ἐν τοῖς πράτοις Ἡρ[ακλείοις τ]ὰν [κύ]-
ρωσιν τοῦδε τοῦ ψαφίσματο[ς ἀναγορευσ]άτω ἐν
τῶι σταδίωι, ἐπεί κα θῇ τὸν ἀγῶνα, καὶ ἀνακαρυ-
ξάτω ὅ[τι· τ]ὸ κοινὸν τῶν ἐν Σύμ[α]ι κατοικούντων
ἐπαινεῖ καὶ στεφαίοῖ χρυσέωι στεφάνωι Ἀριστοφάνη
10 Ἀριστοφάνευς Πολίταν ἀρετᾶς ἕνεκα καὶ φιλο-
δοξίας ἃν ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν ἐν Σύ-
μαι κατοικούντων καὶ τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας.
Search Help
Contact Us