[ ] Melos
1 στέργω καὶ φθιμένα τὸν ἐμὸν πόσιν· οὐ γὰρ ὀθνείαις
  φροντίσι{ν} θαητὸν τύμβον ἔτευξε βροτοῖς,
καὶ τιμαῖς ἰσόμοιρον ἔθηκε<ν> τὰν ὁμόλεκτρον
  ἥρωσι<ν>, φίλτρων ε<ἵ>νεκα τερπνοτάτων.
5 κλεινὸν δ’ οὔνομά μοι, ξένε, Κυδίλα· ἐσθλὰ δὲ ναίω
δώματα Φερσεφόνας χώρῳ ἐν εὐσεβέων,
πατρὸς κλ[ῃ]ζομένα Δαμα<ι>ν[έ]του, ἐκ δέ γε μητρὸς
  Κλεισφύσσας, δοιῶν εὐγενετᾶν γονέων.
αἰνείσθω συνόμε[υ]νος· ἐπεί γέ με κἀ[πο]θανοῦσαν
10   ζηλῶν ἀθανάταις ἠγλάϊσεν χάρισιν.
Search Help
Contact Us