[ ]
Melos
1 | στέργω καὶ φθιμένα τὸν ἐμὸν πόσιν· οὐ γὰρ ὀθνείαις |
φροντίσι{ν} θαητὸν τύμβον ἔτευξε βροτοῖς, | |
καὶ τιμαῖς ἰσόμοιρον ἔθηκε<ν> τὰν ὁμόλεκτρον | |
ἥρωσι<ν>, φίλτρων ε<ἵ>νεκα τερπνοτάτων. | |
5 | κλεινὸν δ’ οὔνομά μοι, ξένε, Κυδίλα· ἐσθλὰ δὲ ναίω |
δώματα Φερσεφόνας χώρῳ ἐν εὐσεβέων, | |
πατρὸς κλ[ῃ]ζομένα Δαμα<ι>ν[έ]του, ἐκ δέ γε μητρὸς | |
Κλεισφύσσας, δοιῶν εὐγενετᾶν γονέων. | |
αἰνείσθω συνόμε[υ]νος· ἐπεί γέ με κἀ[πο]θανοῦσαν | |
10 | ζηλῶν ἀθανάταις ἠγλάϊσεν χάρισιν. |