[ ]
Melos
| 1 | στέργω καὶ φθιμένα τὸν ἐμὸν πόσιν· οὐ γὰρ ὀθνείαις |
| φροντίσι{ν} θαητὸν τύμβον ἔτευξε βροτοῖς, | |
| καὶ τιμαῖς ἰσόμοιρον ἔθηκε<ν> τὰν ὁμόλεκτρον | |
| ἥρωσι<ν>, φίλτρων ε<ἵ>νεκα τερπνοτάτων. | |
| 5 | κλεινὸν δ’ οὔνομά μοι, ξένε, Κυδίλα· ἐσθλὰ δὲ ναίω |
| δώματα Φερσεφόνας χώρῳ ἐν εὐσεβέων, | |
| πατρὸς κλ[ῃ]ζομένα Δαμα<ι>ν[έ]του, ἐκ δέ γε μητρὸς | |
| Κλεισφύσσας, δοιῶν εὐγενετᾶν γονέων. | |
| αἰνείσθω συνόμε[υ]νος· ἐπεί γέ με κἀ[πο]θανοῦσαν | |
| 10 | ζηλῶν ἀθανάταις ἠγλάϊσεν χάρισιν. |