[ ]
Melos
1 | ἀγαθῇ τύχῃ. |
Τι(βέριον) Κλα(ύδιον) Φροντωνιανὸν τὰς γʹ στρατείας ἐπιφανῶς στρατευσάμενον, | |
βʹ τῆς Ἀσίας ἀρχιερασάμενον καὶ ἀγωνοθετήσαντα καὶ πόλεων ἐπιφανε- | |
στάτων λογιστείας εὑράμενον καὶ εὐσεβῆ ῥήτορα ἡ λαμπροτάτη Μηλίων πόλις τὸν οἰκι- | |
5 | στὴν καὶ πατέρα ∙, παρὰ τῇ ἑστίᾳ τὸν ἑστιοῦχον, τοῦ πρώτου ἄρχοντος ❦ Πο(πλίου) ❦ Αἰλίου Λειουίου ❦ |
Φλαουιανοῦ Μηνογένους ἀρχιερέως καὶ <ἱ>ερέως ἐπιμελησαμένου καὶ τούτου τοῦ ἀνδριάντος | |
ἐξ ὧν αὐτὸς ὁ Φροντωνιανὸς ἐδωρήσατο δύο ἥμισυ μυριάδων προσόδου κατ’ ἔτος, | |
κατὰ τὰ ἐψηφισμένα ἐστήσατο. |