[ ] Melos
1                           ἀγαθῇ τύχῃ.
Τι(βέριον) Κλα(ύδιον) Φροντωνιανὸν τὰς γʹ στρατείας ἐπιφανῶς στρατευσάμενον,
βʹ τῆς Ἀσίας ἀρχιερασάμενον καὶ ἀγωνοθετήσαντα καὶ πόλεων ἐπιφανε-
στάτων λογιστείας εὑράμενον καὶ εὐσεβῆ ῥήτορα ἡ λαμπροτάτη Μηλίων πόλις τὸν οἰκι-
5 στὴν καὶ πατέρα ∙, παρὰ τῇ ἑστίᾳ τὸν ἑστιοῦχον, τοῦ πρώτου ἄρχοντος ❦ Πο(πλίου) ❦ Αἰλίου Λειουίου ❦
Φλαουιανοῦ Μηνογένους ἀρχιερέως καὶ <ἱ>ερέως ἐπιμελησαμένου καὶ τούτου τοῦ ἀνδριάντος
ἐξ ὧν αὐτὸς ὁ Φροντωνιανὸς ἐδωρήσατο δύο ἥμισυ μυριάδων προσόδου κατ’ ἔτος,
                   κατὰ τὰ ἐψηφισμένα ἐστήσατο.
Search Help
Contact Us