[ ]
Melos
| 1 | ἀγαθῇ τύχῃ. |
| Τι(βέριον) Κλα(ύδιον) Φροντωνιανὸν τὰς γʹ στρατείας ἐπιφανῶς στρατευσάμενον, | |
| βʹ τῆς Ἀσίας ἀρχιερασάμενον καὶ ἀγωνοθετήσαντα καὶ πόλεων ἐπιφανε- | |
| στάτων λογιστείας εὑράμενον καὶ εὐσεβῆ ῥήτορα ἡ λαμπροτάτη Μηλίων πόλις τὸν οἰκι- | |
| 5 | στὴν καὶ πατέρα ∙, παρὰ τῇ ἑστίᾳ τὸν ἑστιοῦχον, τοῦ πρώτου ἄρχοντος ❦ Πο(πλίου) ❦ Αἰλίου Λειουίου ❦ |
| Φλαουιανοῦ Μηνογένους ἀρχιερέως καὶ <ἱ>ερέως ἐπιμελησαμένου καὶ τούτου τοῦ ἀνδριάντος | |
| ἐξ ὧν αὐτὸς ὁ Φροντωνιανὸς ἐδωρήσατο δύο ἥμισυ μυριάδων προσόδου κατ’ ἔτος, | |
| κατὰ τὰ ἐψηφισμένα ἐστήσατο. |