[ ]
Melos? — 17-37 AD — IG XII,3 Suppl. p. 335
| 1 | τὸν ἱερέα διὰ βίου γεγονότα κατὰ τειμὴν |
| τοῦ Αὐτοκράτορος Καίσαρος, θεοῦ Σεβαστοῦ, θεοῦ, | |
| καὶ τοῦ πατρὸς αὐτοῦ | |
| θεοῦ Αὐτοκράτορος Καίσαρος | |
| 5 | Γάϊον Ἰούλιον Μνησικλείδου υἱὸν |
| Ἐπιάνακτα φιλοπάτριδα | |
| ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν | |
| ἄρξαντα δὶς | |
| τὴν στεφανηφόρον τοῦ ἄρχοντος ἀρχὴν | |
| 10 | ἐπί τε τῆι πρὸς τοὺς θεοὺς εὐσεβήιαι |
| καὶ ἐπὶ τῶι πεπολειτεῦσθαι τὸν ἅπαντα χρόνον | |
| καλῶς καὶ δικαίως | |
| καὶ συνφερόντως τῆι πατρίδι. |