[ ]
Melos? — 17-37 AD — IG XII,3 Suppl. p. 335
1 | τὸν ἱερέα διὰ βίου γεγονότα κατὰ τειμὴν |
τοῦ Αὐτοκράτορος Καίσαρος, θεοῦ Σεβαστοῦ, θεοῦ, | |
καὶ τοῦ πατρὸς αὐτοῦ | |
θεοῦ Αὐτοκράτορος Καίσαρος | |
5 | Γάϊον Ἰούλιον Μνησικλείδου υἱὸν |
Ἐπιάνακτα φιλοπάτριδα | |
ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν | |
ἄρξαντα δὶς | |
τὴν στεφανηφόρον τοῦ ἄρχοντος ἀρχὴν | |
10 | ἐπί τε τῆι πρὸς τοὺς θεοὺς εὐσεβήιαι |
καὶ ἐπὶ τῶι πεπολειτεῦσθαι τὸν ἅπαντα χρόνον | |
καλῶς καὶ δικαίως | |
καὶ συνφερόντως τῆι πατρίδι. |