IG XII,3 1116
[ ] Melos? — 17-37 AD — IG XII,3 Suppl. p. 335
1   τὸν ἱερέα διὰ βίου γεγονότα κατὰ τειμὴν
τοῦ Αὐτοκράτορος Καίσαρος, θεοῦ Σεβαστοῦ, θεοῦ,
         καὶ τοῦ πατρὸς αὐτοῦ
      θεοῦ Αὐτοκράτορος Καίσαρος
5      Γάϊον Ἰούλιον Μνησικλείδου υἱὸν
        Ἐπιάνακτα φιλοπάτριδα
       ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν
              ἄρξαντα δὶς
   τὴν στεφανηφόρον τοῦ ἄρχοντος ἀρχὴν
10     ἐπί τε τῆι πρὸς τοὺς θεοὺς εὐσεβήιαι
καὶ ἐπὶ τῶι πεπολειτεῦσθαι τὸν ἅπαντα χρόνον
            καλῶς καὶ δικαίως
       καὶ συνφερόντως τῆι πατρίδι.
Search Help
Contact Us