[ ] Pholegandros — ca. 3rd c. AD — IG XII,3 Suppl. p. 334
I.1 [τύμ]βον Ἀβάσκαντός μοι ἀνὴρ ἐμὸ[ν] ἔκτισε [τόνδε]
  λάϊνον ἡμετέρης μνησκόμενος φιλίης·
ἡ δὲ πρόμοιρος ἐγὼ σκότιον δόμον ἤλυθ’ Ἀν[άγ]κ[η]ς {²⁷Ν[αρ]κ[ώ]?}²⁷
  εἰκοστῷ πένπτον κοινὸν ἔχουσα ἔτος,
5 Μοίρης ᾧ ’πέκλωσε τὰ δόγματα μητέρι πικρὰ
  πατρί τε Σωσιβίῳ πένθεα δισσὰ τέκνων.
II.1 οὐκ ἔφυγον Φολέκανδρον ἐμὰν πόλιν, ἀλλά με δαίμων
  ἄγαγεν ἁρπάξας δύσμορον, ὄφρα θάνω
ξεῖνος ἐγὼ Κ[ρ]ήτης ἐν δώμασι, καί με τοκήων
  καὶ βιότου πικρὰ νοῦσος ἀπεστέρεσεν.
5 τοὐμὸν δ’ οὔνομ’ ἔην Ἀγαθάμερος, εἰμὶ δὲ ματρὸς
  Πρηγίσσας πατρὸς Σωσιβίου τε πάϊς,
[ς] με κασινγνήτας ἐπὶ σάματι τοῖον ἔτμυξε {²⁶ἔτμηξε}²⁶
  εἰς πάτραν ψαυδῆ νεκρὸν ἐφεσταότα.
Search Help
Contact Us